De imitatione (fragmenta)

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

δοκεῖ μὲν γὰρ ἀποίητός τις εἶναι καὶ ἀτεχνίτευτος ὁ τῆς ἑρμηνείας αὐτοῦ (τοῦ Λυσίου) χαρακτήρ, καὶ πολλοῖς ἂν καὶ τῶν φιλολόγων παράσχοι δόξαν, ὅτι ἀνεπιτηδεύτως καὶ οὐ κατὰ τέχνην, αὐτομάτως δέ πως καὶ ὡς ἔτυχε σύγκειται. ἔστι δὲ παντὸς ἔργου μᾶλλον τεχνικοῦ κατεσκευασμένος· πεποίηται γὰρ αὐτοῦ τὸ ἀποίητον καὶ δέδεται τὸ λελυμένον, καὶ ἐν αὐτῷ τῷ μὴ δοκεῖν δεινῶς κατεσκευάσθαι τὸ δεινὸν ἔχει.