De imitatione (fragmenta)

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Τῶν μέντοι συγγραφέων Ἡρόδοτος μὲν ἐξείργασται βέλτιον τὸ πραγματικὸν εἶδος· τῷ δὲ λεκτικῷ ποτὲ μὲν πλεονεκτεῖ Θουκυδίδης, ποτὲ δὲ ἔμπαλιν· ἔστιν δ’ ἐν οἷς ἐξισοῦνται. τῇ μὲν γὰρ ἀκριβείᾳ τῶν ὀνομάτων, | ἧς ἑκάτεροι προῄρηνται διαλέκτου ἀποσῴζουσι τὸ ἴδιον· τῆς σαφηνείας δὲ ἀναμφισβητήτως Ἡροδότῳ τὸ κατόρθωμα δέδοται. καὶ τὸ μὲν σύντομον ἔστι παρὰ Θουκυδίδῃ, τὸ δὲ ἐναργὲς παρὰ ἀμφοτέροις. ἐν μέντοι τοῖς ἠθικοῖς κρατεῖ ὁ Ἡρόδοτος, ἐν δὲ τοῖς παθητικοῖς ὁ Θουκυδίδης. πάλιν καλλιλογίᾳ καὶ μεγαλοπρεπείᾳ διαφέρουσιν οὐδὲν ἀλλήλων, ἀλλ’ ἑκάτεροι τούτων τε καὶ τῶν τοιούτων ἀρετῶν κρατοῦσι. ῥώμῃ δὲ καὶ ἰσχύι καὶ τόνῳ καὶ τῷ περιττῷ καὶ πολυσχηματίστῳ παρηυδοκίμησε Θουκυδίδης· ἡδονῇ δὲ καὶ πειθοῖ καὶ χάριτι καὶ τῷ [ἀφελεῖ] αὐτοφυεῖ [ἀβασανίστῳ] μακρῷ διενεγκόντα τὸν Ἡρόδοτον εὑρίσκομεν· ὃς καὶ μετὰ τούτων τὸ πρέπον 〈περὶ〉 πραγματείαν καὶ προσωποποιίαν μᾶλλον συντετήρηκεν.

|| Φιλίστου δὲ καὶ Ξενοφῶντος * * ὁ μὲν Ξενοφῶν Ἡροδότου ζηλωτὴς ἐγένετο κατά τε τὰς πραγματικὰς ἀρετὰς 〈καὶ τὰς λεκτικάς· καὶ τῷ μὲν πραγματικῷ τύπῳ οὐχ ἥττων Ἡροδότου κατά τε τὰς ὑποθέσεις〉 καὶ τὰς οἰκονομίας καὶ τὰ ἠθικά, τῷ δὲ λεκτικῷ πῇ μὲν ὅμοιος, πῇ δὲ ἐλάττων· ἐκλεκτικὸς μὲν γὰρ καὶ καθαρὸς τοῖς ὀνόμασι, καὶ σαφὴς καὶ ἐναργής, καὶ κατὰ τὴν σύνθεσιν ἡδὺς καὶ εὔχαρις, ὡς καὶ πλεῖον 〈ἔχειν〉 ἐκείνου· ὕους δὲ καὶ μεγαλοπρεπείας καὶ καθόλου τοῦ στορικοῦ πλάσματος οὐκ ἐπέτυχεν· ἀλλ’ οὐδὲ τοῦ πρέποντος τοῖς προσώποις πολλάκις ἐστοχάσατο, περιτιθεὶς ἀνδράσιν ἰδιώταις καὶ βαρβάροις ἔσθ’ ὅτε λόγους φιλοσόφους, λέξει χρώμενος διαλόγοις πρεπούσῃ μᾶλλον ἢ στρατιωτικοῖς κατορθώμασι. Φίλιστος δὲ μιμητής ἐστι | Θουκυδίδου, ἔξω τοῦ ἤθους· ᾧ μὲν γὰρ ἐλεύθερον καὶ φρονήματος μεστόν· τούτῳ δὲ θεραπευτικὸν τῶν τυράννων καὶ δοῦλον πλεονεξίας. ἐζήλωκεν δὲ πρῶτον μὲν τὸ τὴν ὑπόθεσιν ἀτελῆ καταλιπεῖν τὸν αὐτὸν ἐκείνῳ τρόπον· οὐ μὴν ἀλλὰ καὶ τὴν ἀταξίαν αὐτοῦ τῆς οἰκονομίας· καὶ δυσπαρακολούθητον τὴν

πραγματείαν τῇ συγχύσει τῶν εἰρημένων πεποίηκεν. τῆς 〈δὲ〉 λέξεως τὸ μὲν γλωσσηματικὸν καὶ περίεργον οὐκ ἐζήλωκεν Θουκυδίδου· τὸ δὲ στρογγύλον καὶ πυκνὸν καὶ εὔτονον καὶ ἐναγώνιον πάνυ ἀκριβῶς ἀπεμάξατο, οὐ μὴν ὁμοίως τὴν καλλιλογίαν καὶ τὴν σεμνότητα καὶ τὴν ἀφθονίαν τῶν ἐνθυμημάτων, καὶ τὰ βάρη καὶ τὰ πάθη καὶ τοὺς σχηματισμούς. μικρὸς δὲ ἐστὶ καὶ ταπεινὸς κομιδῇ ταῖς ἐκφράσεσιν ἤτοι τόπων ἢ ναυμαχιῶν ἢ πεζῶν παρατάξεων ἢ οἰκισμοῦ πόλεων. οὐδὲ ὁ λόγος τῷ μεγέθει τοῦ πράγματος ἐξισοῦται. συνετὸς | μέντοι κατὰ τὴν ἑρμηνείαν. Θουκυδίδου 〈δὲ〉 πρὸς τοὺς ἀληθεῖς ἀγῶνας ὠφελιμώτερος.

Θεόπομπος δὲ ὁ Χίος πρῶτον μὲν ἐν τῷ προἑλέσθαι τοιαύτας ἱστορίας ὑποθέσεις ἄξιος ζήλου· μετὰ δέ, οἰκονομίας (ἔχει γοῦν τὸ εὐπαρακολούθητον καὶ σαφὲς ἡ γραφή)· ἔτι δὲ καὶ τῆς ποικιλίας τῆς ἐν τοῖς πράγμασιν· οὐ μὴν ἀλλὰ καὶ τῆς ἐφ’ ἑκάστοις παρρησίας καὶ τοῦ μηδὲ τὰς ἀπορρήτους τῶν γενομένων ἢ λεχθέντων αἰτίας ἀποκρύψασθαι, στοχάσασθαι δ’ ἀκριβῶς τῆς τῶν | εἰπόντων ἢ πεποιηκότων γνώμης. τὸ 〈δὲ〉 λεκτικὸν αὐτοῦ τῷ Ἰσοκρατικῷ παραπλήσιον, πλὴν ὅσον πικρόν ἐστι καὶ σφόδρα ἔντονον, τὰ δ’ ἄλλα

ὁμοία ἡ λέξις· καὶ γὰρ κοινὴ καὶ σαφὴς καὶ μεγαλοπρεπὴς καὶ σεμνὴ καὶ πομπική, συνθέσεως τετυχηκυῖα τῆς πρὸς ἡδονήν. πονηρὰ δὲ ἡ πολλὴ τῆς τῶν φωνηέντων φυλακὴ συγκρούσεως καὶ 〈αἱ〉 κατεπιτετηδευμέναι κυκλικαὶ περίοδοι καὶ 〈οἱ〉 ὁμοιειδεῖς τῶν σχηματισμῶν. διήμαρτεν δὲ καὶ ὁμαλότητος πραγματικῆς κατὰ τὰς τῶν παρεκβάσεων ἐπεισαγωγάς· καὶ γὰρ ψυχρῶς ἔνιαι καὶ ἀκαίρως λέγονται, καθάπερ τὰ περὶ τὸν ἐν Μακεδόνιᾳ Σιληνὸν ἱστορηθέντα καὶ τὰ περὶ τὸν δράκοντα τὸν πρὸς τὴν τριήρη ναυμαχοῦντα.