De imitatione (fragmenta)

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Ὅτι δεῖ τοῖς τῶν ἀρχαίων ἐντυγχάνειν συγγράμ- μασιν, ῖν’ ἐντεῦθεν μὴ μόνον τῆς ὑποθέσεως τὴν ὕλην ἀλλὰ καὶ τὸν τῶν ἰδιωμάτων ζῆλον χορηληθῶμεν | ἡ γὰρ ψυχὴ τοῦ ἀναγινώσκοντος ὑπὸ τῆς συνεχοῦς παρατηρήσεως τὴν ὁμοιότητα τοῦ χαρακτῆρος ἐφέλκεται. ὁποῖόν τι καὶ γυναῖκα ἀγροίκου παθεῖν ὁ μῦθος λέγει·

ἀνδρί, φασί, γεωργῷ τὴν ὄψιν αἰσχρῷ παρέστη δέος, μὴ τέκνων ὁμοίων γένηται πατήρ· ὁ φόβος δὲ αὐτὸν οὗτος εὐπαιδίας ἐδίδαξε τέχνην. καὶ εἰκόνας παραδείξας εὐπρεπεῖς εἰς αὐτὰς βλέπειν εἴθισε τὴν γυναῖκα· καὶ μετὰ ταῦτα συγγενόμενος αὐτῇ τὸ κάλλος εὐτύχησε τῶν εἰκόνων. οὕτω καὶ λόγων μιμήσεσιν ὁμοιότης τί|κτεται, ἐπὰν ζηλώσῃ τις τὸ παρ’ ἑκάστῳ τῶν παλαιῶν βέλτιον εἶναι δοκοῦν καὶ καθά περ ἐκ πολλῶν ναμάτων ἕν τι συγκομίσας ῥεῦμα τοῦτ’ εἰς τὴν ψυχὴν μετοχετεύσῃ. καί μοι παρίσταται πιστώσασθαι τὸν λόγον τοῦτον ἔργῳ· Ζεῦξις ἦν ζωγράφος, καὶ παρὰ Κροτωνιατῶν ἐθαυμάζετο· καὶ αὐτῷ τὴν Ἑλένην γράφοντι γυμνὴν γυμνὰς ἰδεῖν τὰς παρ’ αὐτοῖς ἐπέτρεψαν παρθένους· οὐκ ἐπειδή περ ἦσαν ἅπασαι καλαί, ἀλλ’ οὐκ εἰκὸς ἦν ς παντάπασιν ἦσαν αἰσχραί· ὃ δ’ ἦν ἄξιον παρ’ ἑκάστῃ γραφῆς, ἐς μίαν ἠθροίσθη σώματος εἰκόνα, κἀκ πολλῶν μερῶν συλλογῆς ἕν τι ουν-
πάρεστι καὶ σοὶ καθά περ ἐν θεάτρῳ παλαιῶν σωμάτων ἰδέας ἐξιστορεῖν καὶ τῆς ἐκείνων ψυχῆς ἀπανθί- ζεσθαι τὸ κρεῖττον, καὶ τὸν τῆς πολυμαθείας ἔρανον συλλέγοντι οὐκ ἐξίτηλον χρόνῳ γενησομένην εἰκόνα τυποῦν ἀλλ’ ἀθάνατον τέχνης κάλλος. * * ἐάν τ’ ἐκδήλους καὶ σαφεῖς τοῖς ἀκροωμένοις τὰς ἐκλογὰς ἔχῃ τὸ μίμημα.