De compositione verborum (epitome)

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Διαφοραὶ δὲ συνθέσεως εἰδικαὶ μὲν σφόδρα πολλαὶ καὶ εἰς σύνοψιν ἐλθεῖν οὐ δυνάμεναι· οὐ γὰρ ὁμοίως τὰ αὐτὰ ὀνόματα συντίθεμεν ἄπαντες. τὰς μέντοι

γενικὰς αὐτῆς διαφορὰς μόνας τρεῖς εἶναι πείθομαι, ἃς οὐκ ἔχων ὀνομάζειν μεταφορικοῖς ὀνόμασι καλῶ, τὴν μὲν αὐστηράν, τὴν δὲ γλαφυρὰν ἢ ἀνθηράν, τὴν δὲ τρίτην εὔκρατον εἴ τε κατὰ στέρησιν τῶν ἄκρων εἴ τε κατὰ μῖξιν εἴ τε κατὰ ἄνεσιν καὶ ἐπίτασιν τῶν ἐσχάτων ὅρων.

Τῆς μὲν οὖν αὐστηρᾶς ἁρμονίας τοιόσδε ὁ χαρακτήρ· ἐρείδεσθαι βούλεται τὰ ὀνόματα ἀσφαλῶς καὶ στάσεις λαμβάνειν ἰσχυράς, ὥς τ’ ἐκ περιφανείας ἕκαστον ὄνομα ὁρᾶσθαι, ἀπέχειν τε ἀπ’ ἀλλήλων τὰ μόρια διαστάσεις ἀξιολόγους αἰσθητοῖς χρόνοις διειργόμενα· τραχείαις τε χρῆσθαι πολλαχῇ καὶ ἀντιτύποις ταῖς συμβολαῖς· ῥυθμοὺς δὲ ἐπιτηδεύει τοὺς ἀξιωματικοὺς καὶ μεγαλοπρεπεῖς, καὶ οὔτε πάρισα βούλεται τὰ κῶλα ἀλλήλοις εἶναι οὔτε παρόμοια οὔτε ἀνάγκῃ δουλεύοντα, ἀκόλουθα δὲ καὶ εὐγενῆ καὶ λαμπρὰ καὶ ἐλεύθερα· φύσει τ’ ἐοικέναι μᾶλλον αὐτὰ βούλεται ἢ τέχνῃ, καὶ κατὰ πάθος λέγεται μᾶλλον ἢ κατὰ ἧθος· περιόδους δὲ συντιθέναι συναπαρτιζούσας ἑαυταῖς τὸν νοῦν τὰ πολλὰ μὲν οὐδὲ βούλεται· εἰ δέ ποτ’ αὐτομάτως ἐπὶ τοῦτο κατενεχθείη, τὸ ἀνεπιτήδευτον ἐμφαίνειν θέλει καὶ ἀφελές, οὔτε προσθήκαις τισὶν ὀνομάτων, ἵνα ὁ κύκλος ἐκπληρωθῇ, μηδὲν ὠφελούσαις τὸν νοῦν χρωμένη, οὔτε

ὅπως αἱ βάσεις αὐτῶν γένοιντο θεατρικαί τινες ἢ γλαφυραί, οὐδ’ ἴνα τῷ πνεύματι τοῦ λέγοντος ὦσιν αὐτάρκεις· οὐδέ τι τοιοῦτον· ἀλλὰ περὶ τὰς πτώσεις ποικίλη, περὶ τοὺς σχηματισμοὺς ὀλιγοσύνδεσμος, ἄναρθρος, ἐν πολλοῖς ὑπεροπτικὴ τῆς ἀκολουθίας, ἥκιστα ἀνθηρά, μεγαλόφρων, αὐθέκαστος, ἀκόμψευτος, τὸν ἀρχαΐσμὸν καὶ τὸν πῖνον ἔχουσα κάλλος. Ταύτης τῆς ἁρμονίας πολλοὶ μὲν ἐγένοντο ζηλωταί, διαφέροντες δὲ τῶν ἄλλων ἐν μὲν ποιήσει ὅ τε Κολοφώνιος Ἀντίμαχος καὶ Ἐμπεδοκλῆς ὁ φυσικός, ἐν δὲ μελοποιίᾳ Πίνδαρος, ἐν τραγῳδίᾳ δὲ Ἀἰσχύλος, ἐν ἱστορίᾳ δὲ Θουκυδίδης, ἐν δὲ πολιτικοῖς λόγοις Ἀντιφῶν. προκείσθω δὴ καὶ παραδείγματα· Πινδάρου μὲν διθύραμβός τις οὗ ἐστιν ἡ ἀρχή·

Δεῦτ’ ἐν χορὸν Ὀλύμπιοι· ἐπί τε κλυτὰν πέμπετε χάριν θεοί, πολύβατον οἵ τ’ ἄστεος ὀμφαλὸν θυόεντα ἐν ταῖς ἱεραῖς Ἀθήναις οἰχνεῖτε πανδαίδαλόν τ’ εὐκλέ ἀγοράν. ἰοδέτων λάχετε στεφάνων τάν τε ἀριδρέπτων ἀοιδάν· Διόθεν τέ με σὺν ἀγλαΐᾳ ἴδετε πορευθέντες ἀοιδαῖς δεύτερον ἐπὶ τὸν κισσοδαῆ θεόν, ὃν Βρόμιον, ὃν Ἐριβόαν βροτοὶ καλέομεν· γόνον ὑπάτων τε πατέρων μέλπομεν γυναικῶν τε Καδμείαν Σεμέλαν. ἐναργέα νεμέω μάντιν οὐ λανθάνει, φοίνικος ἑανῶν ὁπότ’ οἰχθέντος Ὥραν θαλάμου εὔοδμον ἐπαΐωσιν ἔαρ φυτὰ νεκτάρεα· τότε

βάλλετε, τότ’ ἐπ’ ἄμβροτον χέρσον ἐραταὶ ἴων φόβαι, ῥόδα τε κόμαισι μίγνυνται· οἰχνεῖ τ’ ὀμφᾶ μελέων σὺν αὐλοῖς, οἰχνεῖτε Σεμέλαν ἑλικάμπυκα χοροί

Ταῦθ’ ὅτι μέν ἐστιν ἰσχυρὰ καὶ στιβαρὰ καὶ ἀξιωματικὰ καὶ πολὺ τὸ αὐστηρὸν ἔχει, τραχύνει τε ἀλύπως καὶ πικραίνει μετρίως τὰς ἀκοάς, πάντες ἂν εἴποιεν. γέγονε δὲ τοῦτο κατὰ τέχνην· τὸ γὰρ ἐν χορόν καὶ ἀντίτυπον καὶ οὐκ εὐεπές, τοῦ μὲν συνδέσμου λήγοντος εἰς τὸ ν̄, τοῦ δὲ προσηγορικοῦ ἀρχομένου ἐξ ἀφώνου τοῦ χ̄· ἀσύμμικτα δὲ κατὰ μίαν συλλαβὴν προηγουμένου τοῦ ν φύσει ταῦτα τὰ στοιχεῖα καὶ ἀκόλλητα· ὥςτε τὰ τῶν συλλαβῶν δύο μόρια οὐ συνάπτει τὸν ἦχον, ἀλλ’ ἀνάγκη σιωπήν τινα γενέσθαι μέσοιν ἀμφοῖν τὴν διορίζουσαν ἑκατέρων τῶν γραμμάτων τὰς δυνάμεις. ἔτι καὶ τὸ κλυτάν ἀντίτυπον πεποίηκε καὶ τραχεῖαν τὴν σύνθεσιν καὶ δυσεκφώνητον ἀναβολὴν καὶ ἐγκοπὴν τῆς ἁρμονίας. εἰ γοῦν τὸ κ̄ τὶς ἀφέλοι τῆς συλλαβῆς καὶ ποιήσει ἐπί τε λυτάν, λυθήσεται καὶ τὸ τραχὺ τῆς ἁρμονίας. τοιοῦτον δὲ καὶ τὸ πέμπετε τῷ κλυτάν ἐπικείμενον οὐκ εὐκέραστον ἦχον ἔχει, ἀλλ’ ἀνάγκη στηριχθῆναι τὸ ν̅ , καὶ πιεσθέντος ἱκανῶς τοῦ στόματος τότε ἀκουστὸν γενέσθαι τὸ π̅· οὐ γὰρ ὑποτακτικὸν τῷ ν̄ τὸ π̅· τούτου δ’ αἰτίον ὁ τοῦ στόματος χηματισμός, οὔτε κατὰ τὸν

αὐτὸν τόπον οὔτε τῷ αὐτῷ τρόπῳ τῶν γραμμάτων τούτων ἐκφερομένων ὡς προδεδήλωταί μοι. καὶ πολλά τις ἂν εὕροι τοιαῦτα, ὅλην τὴν ᾠδὴν σκοπῶν.

Πινδάρου μὲν οὖν ἅλις ἔστω· Θουκυδίδου δὲ λαμβανέσθω λέξις ἡ ἐκ τοῦ προοιμίου ἥδε· Θουκυδίδης Ἀθηναῖος ξυνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων ὡς ἐπολέμησαν πρὸς ἀλλήλους, ἀρξάμενος εὐθὺς καθισταμένου, καὶ ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προγεγενημένων, τεκμαιρόμενος ὅτι ἀκμάζοντες εἰς αὐτὸν ἦσαν ἀμφότεροι παρασκευῇ τῇ πάσῃ, καὶ τὸ ἄλλο Ἑλληνικὸν ὁρῶν ξυνιστάμενον πρὸς ἑκατέρους, τὸ μὲν εὐθύς, τὸ δὲ καὶ διανοούμενον· κίνησις γὰρ αὕτη μεγίστη δὴ τοῖς Ἕλλησιν ἐγένετο καὶ μέρει τινὶ τῶν βαρβάρων, ὡς δ’ εἰπεῖν, καὶ ἐπὶ πλεῖστον ἀνθρώπων· τὰ γὰρ πρὸ αὐτῶν καὶ τὰ ἔτι παλαιότερα σαφῶς εὑρεῖν διὰ χρόνου πλῆθος ἀδύνατα ἦν.

Αὕτη ἡ λέξις ὅτι μὲν οὐκ ἔχει λείας οὐδὲ συνεζευγμένας ἀκριβῶς τὰς ἁρμονίας, οὐδὲ ἔστιν εὐεπὴς καὶ μαλακή, ἀλλὰ πολὺ τὸ ἀντίτυπον καὶ στρυφνὸν ἐμφαίνει, οὐδὲν δέομαι λέγειν, ἄλλως τε καὶ αὐτοῦ τοῦ συγγραφέως ὁμολογήσαντος, ὅτι εἰς μὲν ἀκρόασιν ἧττον ἐπιτερπὴς ἡ γραφή ἐστι, ’κτῆμα δ’ εἰς ἀεὶ μᾶλλον ἢ ἀγώνισμα εἰς τὸ παραυτίκα ἀκούειν σύγκειται’. τίνα δ’ ἐστὶ τὰ θεωρήματα, οἷς χρησάμενος ὁ ἀνὴρ οὕτως αὐστηρὰν πεποίηκε τὴν ἁρμονίαν, δι’ ὀλίγων σημανῶ.

Αὐτίκα ἐν ἀρχῇ τῷ Ἀθηναῖος τὸ ξυνέγραψεν’ ἐπαγόμενον διίστησιν ἀξιολόγως τὴν ἁρμονίαν· οὐ γὰρ προτάττεται τὸ σ̄ τοῦ ξ̄ κατὰ συνεκφοράν, δεῖ δὲ τοῦ σιωπῇ καταληφθέντος τότε ἀκουστὸν γενέσθαι τὸ · τοῦτο δὲ τραχύτητα ἐργάζεται καὶ ἀντιτυπίαν τὸ πάθος. 5 ἔπειθ’ αἱ μετὰ τοῦτο γινόμεναι συγκοπαὶ τῶν ἤχων, τοῦ τε ν̄ καὶ τοῦ ̄τ καὶ τοῦ π̄ καὶ τοῦ κ̄, τετράκις ἑξῆς ἀλλήλαις παρακείμεναι, χαράττουσιν εὖ μάλα τὴν ἀκοὴν καὶ διασαλεύουσιν ἀξιολόγως τὰς ἁρμονίας, ὅταν φῇ τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων’· τούτων γὰρ τῶν μορίων τῆς λέξεως οὐθὲν ὅ τι οὐχὶ καταληφθῆναί τε δεῖ καὶ πιεσθῆναι πρότερον ὑπὸ τοῦ στόματος περὶ τὸ τελευταῖον γράμμα, ἵνα τὸ συναπτόμενον αὐτῷ τρανὴν καὶ καθαρὰν τὴν ἑαυτοῦ λάβῃ δύναμιν· ἔτι πρὸς τούτοις ἡ τῶν φωνηέντων παράθεσις ἐν τῷ καὶ Ἀθηναίων’ διακέκρουκε τὸ συνεχὲς τῆς ἁρμονίας καὶ διέστηκε πάνυ αἰσθητὸν τὸν μεταξὺ λαβοῦσα χρόνον· ἀκέραστοι γὰρ αἱ φωναὶ τοῦ τε ῑ καὶ τοῦ ᾱ καὶ ἀποκόπτουσαι τὸν ἦχον· τὸ δ’ εὐεπὲς οἱ συνεχεῖς τε καὶ οἱ συλλεαινόμενοι ποιοῦσιν ἦχοι. καὶ πολλὰ τοιαῦτα ἂν εὕροι τις.

Ἡ δὲ γλαφυρὰ καὶ ἀνθηρὰ σύνθεσις χαρακτῆρα 23 τοιόνδε ἔχει· οὐ ζητεῖ καθ’ ἕν ἕκαστον ὄνομα ἐκ περι φανείας ὁρᾶσθαι, οὐδ’ ἐν ἕδρᾳ πάντα βεβηκέναι πλατείᾳ καὶ ἀσφαλεῖ, οὐδὲ μακροὺς τοὺς μεταξὺ αὐτῶν

εἶναι χρόνους, οὐδὲ τὸ βραδὺ καὶ σταθερὸν φίλον αὐτῇ, ἀλλὰ κεκινῆσθαι βούλεται τὴν ὀνομασίαν καὶ φέρεσθαι θάτερα κατὰ θατέρων ὀνομάτων ὥςπερ τὰ ῥέοντα, καὶ συνυφάνθαι τὰ μόρια, ὡς μιᾶς λέξεως ὄρεξιν διατελεῖν εἰς δύναμιν· τοῦτο δὲ ποιοῦσιν αἱ τῶν ἁρμονιῶν ἀκρίβειαι· χρόνον οὐδένα αἰσθητὸν μεταξὺ ὀνομάτων περιλαμβάνουσαι· ἔοικέ τε κατὰ μέρος εὐητρίοις ὑφαῖς ἢ γραφαῖς συνεφθαρμένα τὰ φωτεινὰ τοῖς σκιεροῖς ἐχούσαις· εὔφωνά τε εἶναι βούλεται πάντα τὰ ὀνόματα καὶ λεῖα καὶ μαλακὰ καὶ παρθενωπά. τραχείαις δὲ συλλαβαῖς καὶ ἀντιτύποις ἀπέχθειαί που· τὸ δὲ θρασὺ πᾶν καὶ παρακεκινδυνευμένον δι’ εὐλαβείας ἔχει· καὶ τὰ κῶλα δὲ τοῖς κώλοις εὖ συνυφάνθαι βούλεται καὶ πάντα εἰς περίοδον τελευτᾶν ὁρίζουσαν κώλου τε μῆκος ὃ μὴ βραχύτερον ἔσται μηδὲ μεῖζον τοῦ μετρίου, καὶ περιόδου μέτρον πνεῦμα οὗ τέλειον ἀνδρὸς κρατήσει. χρῆται δὲ καὶ ῥυθμοῖς οὐ τοῖς μεγίστοις, ἀλλὰ τοῖς μέσοις τε καὶ βραχυτέροις· καὶ τῶν περιόδων τὰς τελευτὰς εὐρύθμους εἶναι βούλεται καὶ βεβηκυίας ὡς ἂν ἀπὸ στάθμης, τἀναντία ποιοῦσα ἐν ταῖς τούτων ἀρμογαῖς ἢ ταῖς τῶν ὀνομάτων· ἐκεῖνα μὲν γὰρ συναλείφει, ταύτας δὲ διίστησι καὶ ὥςπερ ἐκ περιόπτου βούλεται φανερὰς εἶναι. σχήμασί τε οὐ τοῖς ἀρχαιοπρεπεστάτοις, ἀλλὰ τοῖς τρυφεροῖς καὶ θεατρικοῖς χρῆται· καὶ ὅλως τοὐλεσι
ναντίον ἔχει σχῆμα τῆς προτέρας. ἐποποιῶν μὲν οὖν ἔμοιγε κάλλιστα τουτονὶ δοκεῖ τὸν χαρακτῆρα ἐξεργάσασθαι Ἡσίοδος· μελοποιῶν δὲ Σαπφὼ καὶ μετ’ αὐτὴν Ἀνακρέων καὶ Σιμωνίδης· τραγῳδοποιῶν δὲ μόνος Εὐριπίδης· συγγραφέων δὲ ἀκριβῶς μὲν οὐδείς, μᾶλλον δὲ τῶν πολλῶν Ἔφορός τε καὶ Θεόπομπος· ῥητόρων δὲ Ἰσοκράτης. θήσω δὲ καὶ ταύτης παραδείγματα τῆς ἁρμονίας, ποιητῶν μὲν προχειρισάμενος ἀπφῶ, ῥητόρων δὲ Ἰσοκράτην. ἄρξομαι δὲ ἀπὸ τῆς μελοποιοῦ.
Ποικιλόθρον’ ἀθάνατ’ Ἀφροδίτα, παῖ Διὸς δολοπλόκε, λίσσομαί σε, μή μ’ ἄσαισι μηδ’ ἀνίαισι δάμνα πότνια θυμόν· ἀλλὰ τύ δελφὲ πόκα τ’ ἔρωτα τὰς ἐμὰς αὐδὰς ἀίοις· ἀπόλυ ἔκλυες· πατρὸς δὲ δόμον λιποῖσα, χρύσειον ἦλθες ἄρμ’ ὑποζεύξασα· καλοὶ δέ σ’ ἄγον ὠκέες στρουθοὶ περὶ γᾶς μελαίνας πυκνὰ δινεῦντες πτέρ’ ἀπ’ ὠρανὤθερος διὰ μέσω. αἶψα δ’ ἐξίκοντο· τὺ δ’ ὁ μάκαιρα μειδιάσασ’ ἀθανάτω προσώπω
ἤρε’ ὅ τι δ’ ἦν τὸ πέπονθα, κὤτι δεῦρο κάλημι· κὤτι γ’ ἐμῶ μάλιστα θέλω γενέσθω μαινόλα θυμῶ· τίνα δηὖτε πειθ καὶ σαγήνεσσαν φιλότητα· τίς ὦ Σαπφὼ δίκη· ,καὶ γὰρ εἰ φεύγει ταχέως διώξει· αἰ δὲ δῶρα μὴ δὲ καὶ τ’ ἄλλα δώσει· αἰ δὲ μὴ φιλεῖ, ταχέως φιλήσει· κὤ εἰ καὶ θέλεις. ἐλθέ μοι καὶ νῦν· χαλεπᾶν δὲ λῦσον ἐκ μεριμνᾶν· ὅσα δέ μοι τελέσαι θυμὸς ἱμέρει τέλεσον, σὺ δ’ αὐτᾶ σύμμαχος ἒσο.
ταύτης τῆς λέξεως ἡ εὐέπεια καὶ ἡ χάρις ἐν τῇ συνεχείᾳ καὶ λειότητι γέγονε τῶν ἁρμονιῶν· παράκειται γὰρ ἀλλήλοις τὰ ὀνόματα καὶ συνύφανται κατά τινας οἰκειότητας καὶ συζυγίας φυσικὰς τῶν γραμμάτων· τὰ γὰρ φωνήεντα τοῖς ἀφώνοις συνάπτεται μικροῦ διὰ πάσης τῆς ᾠθῆς, ὅσα προτάττεσθαι καὶ ὑποτάττεσθαι πέφυκεν ἀλλήλοις κατὰ μίαν συλλαβὴν συνεκφερόμενα· ἡμιφώνων τε πρὸς ἡμίφωνα καὶ ἀφώνων καὶ φωνηέντων πρὸς ἄλληλα συμπτώσεις, αἳ διασαλεύουσι τοὺς ἤχους, ὀλίγαι πάνυ ἔνεισιν. εἰκότως δὴ γέγονεν εὔρους
τις ἡ λέξις καὶ μαλακή, τῆς ἁρμονίας τῶν ὀνομάτων μηδὲν ἀποκυματιζούσης τὸν ἦχον.

Καὶ Σαπφοῦς μὲν ταῦτα· Ἰσοκράτους δὲ ἐκ τοῦ Ἀρεοπαγιτικοῦ τάδε·

Πολλοὺς ὑμῶν οἴομαι θαυμάζειν, ἥντινα ποτὲ γνώμην ἔχων περὶ σωτηρίας τὴν πρόσοδον ἐποιησάμην, ὥςπερ τῆς πόλεως ἐν κινδύνοις οὔσης ἢ σφαλερῶς αὐτῇ τῶν πραγμάτων καθεστώτων, ἀλλ’ οὐ πλείους μὲν τριήρεις ἢ διακοσίας κεκτημένης, εἰρήνην δὲ τὰ περὶ τὴν χώραν ἀγούσης καὶ τῶν κατὰ θάλατταν ἀρχούσης, ἔτι δὲ συμμάχους ἐχούσης πολλοὺς μὲν ἑτοίμους ἡμῖν ἤν τι δέοι βοηθήσοντας, πολὺ δὲ πλείους τοὺς τὰς συντάξεις ἐπιτελοῦντας καὶ τὸ προσταττόμενον ποιοῦντας· ὧν ὑπαρχόντων ὑμᾶς μὲν ἄν τις φήσειεν εἰκὸς εἶναι θαρρεῖν ὡς πόρρω τῶν κινδύνων ὄντας, τοῖς δ’ ἐχθροῖς τοῖς ἡμετέροις προσήκειν δεδιέναι καὶ βουλεύεσθαι περὶ σωτηρίας. ὑμεῖς μὲν οὖν οἶδ’ ὅτι τούτῳ χρώμενοι τῷ λογισμῷ καὶ τῆς ἐμῆς προσόδου καταφρονεῖτε καὶ πᾶσαν ἐλπίζετε τὴν Ἑλλάδα τῇ δυνάμει ταύτῃ κατασχήσειν· ἐγὼ δὲ δι’ αὐτὰ ταῦτα τυγχάνω δεδιώς. ὁρῶ γὰρ τῶν πόλεων τὰς ἄριστα πράττειν οἰομένας κάκιστα βουλευομένας, καὶ τὰς μάλιστα θαρρούσας εἰς πλεῖστον κίνδυνον καθισταμένας. αἴτιον δὲ τούτων ἐστίν, ὅτι τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν αὐτὸ καθ’ αὑτὸ παραγίνεται τοῖς ἀνγήσειε, θρώποις, ἀλλὰ συντέτακται καὶ συνακολουθεῖ τοῖς

μὲν πλούτοις καὶ ταῖς δυναστείαις ἄνοια καὶ μετὰ ταύτης ἀκολασία, ταῖς δὲ ἐνδείαις καὶ ταῖς ταπεινότησι σωφροσύνη καὶ πολλὴ μετριότης. ὥςτε χαλεπὸν εἶναι διαγνῶναι, ποτέραν ἄν τις εὔξαιτο τούτων τῶν μερίδων τοῖς παισὶ τοῖς αὑτοῦ· ἴδοι γὰρ ἄν τις ἐκ μὲν τῆς φαυλοτέρας ἐπὶ τὸ βέλτιον ὡς ἐπὶ τὸ πολὺ τὰς πράξεις ἐπιδιδούσας, ἐκ δὲ τῆς κρείττονος φαινομένης ἐπὶ τὸ χεῖρον εἰθισμένας μεταπίπτειν.

Ταῦθ’ ὅτι συνείληπταί τε καὶ συγκέχρωσται, καὶ οὐδὲν ἕκαστον ὄνομα ἐν ἕδρᾳ περιφανεῖ καὶ πλατείᾳ βέβηκεν οὐδὲ μακροῖς τοῖς μεταξὺ χρόνοις διείργεται καὶ διαβέβηκεν ἀπ’ ἀλλήλων, ἀλλ’ ἐν κινήσει φαίνεται καὶ ῥύσει συνεχεῖ, πραεῖαί τέ εἰσι καὶ συνάπτουσαι τὴν λέξιν ἁρμονίαι, τὸ ἄλογον ἐπιμαρτυρεῖ τῆς ἀκοῆς πάθος. ὅτι δ’ οὐκ ἄλλα τινὰ τούτων ἐστὶν αἴτια ἢ τὰ προειρημένα ὑπ’ ἐμοῦ περὶ τῆς ἀγωγῆς ταύτης τῶν λόγων, ῥᾴδιον ἐξ ἐκείνων ἰδεῖν.

Ἡ δὲ τρίτη καὶ μέση τῶν εἰρημένων ἁρμονιῶν σχῆμα μὲν ἴδιον οὐδὲν ἔχει, κεκέρασται δὲ ὡς ἐξ ἐκείνων μετρίως. καὶ ἔστιν ἐκλογή τις τῶν ἐν ἑκατέρᾳ κρατίστων. ὧν αὕτη δοκεῖ μοι τὰ πρωτεῖα ἐπιτηδεία εἶναι φέρεσθαι, ἐπειδὴ μεσότης μέν τις ἐστί· μεσότης δὲ ἡ ἀρετὴ καὶ βίων καὶ ἔργων. ὁρᾶται δὲ οὐ κατὰ ἀπαρτισμόν, ἀλλὰ ἐν πλάτει, καὶ τὰς εἰδικὰς ἔχει διαφορὰς

πολλάς· οἵ τε χρησάμενοι αὐτῇ οὐ τὰ αὐτὰ πάντες οὐδ’ ὁμοίως ἐπετήδευσαν.
Κορυφὴ μὲν οὖν ἀπάντων καὶ σκοπός, ἐξ οὗ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρῆναι,
δικαίως ἂν Ὅμηρος λέγοιτο· πᾶς γὰρ αὐτῷ τόπος, ὅτου τις ἂν ἅψοιτο, ταῖς τε αὐστηραῖς καὶ ἀνθηραῖς ἁρμονίαις εἰς ἄκρον διαπεποίκιλται. τῶν δὲ ἄλλων ὅσοι τὴν αὐτὴν μεσότητα ἐπετήδευσαν, ὕστεροι μέντοι Ὁμήρου μακρῷ παρ’ ἐκεῖνον ἐξεταζόμενοι φαίνοιντ’ ἄν· καθ’ ἑαυτοὺς δὲ εἰ θεωροίη τις αὐτούς, ἀξιοθέατοι· μελοποιῶν μὲν Στησίχορός τε καὶ Ἀλκαῖος, τραγῳδοποιῶν δὲ Σοφοκλῆς, συγγραφέων δὲ Ἡρόδοτος, ῥητόρων δὲ Δημοσθένης, φιλοσόφων δὲ κατ’ ἐμὴν δόξαν Δημόκριτός τε καὶ Πλάτων καὶ Ἀριστοτέλης. τούτων γὰρ ἑτέρους εὑρεῖν ἀμήχανον ἄμεινον κεράσαντας τοὺς λόγους.

Ἐπὶ τούτοις ῥητέον, πῶς γίνεται λέξις ἄμετρος ὁμοία καλῷ ποιήματι ἢ μέλει, καὶ πῶς ποίημα ἢ μέλος πεζῇ λέξει καλῇ παραπλήσιον. ἔστω δὲ παράδειγμα Δημοσθένης, ὃν ἐν τοῖς μάλιστα οἶμαι τὴν ποιητικὴν ἐκμεμάχθαι φράσιν· τίς γὰρ οὐκ ἂν ὁμολογήσειε, τοῖς κρατίστοις ἐοικέναι ποιήμασί τε καὶ μέλεσι τοὺς Δημοσθένους λόγους, καὶ μάλιστα τοὺς φιλιππικοὺς καὶ τοὺς δικανικοὺς τοὺς δημοσίους; ὧν ἑνὸς τὸ προοίμιον τουτί·

Μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με
μήτ’ δίας χθρας μηδεμιᾶς ἕνεχ’ ἥκειν Ἀριστοκράτους κατηγορήσαντα τουτουί· μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα ἑτοίμως οὕτω προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν· ἀλλ’ εἴπερ ἄρ’ ὀρθῶς ἐγὼ λογίζομαι καὶ σκοπῶ περὶ τοῦ Χερόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς, περὶ τούτων ἔστι μοι νῦν ἄπασα ἡ σπουδή.
Πειρατέον δὲ καὶ περὶ τούτων λέγειν, ἄ φρονῶ. Πᾶσα λέξις ἡ δίχα μέτρου συγκειμένη ποιητικὴν ἢ μελικὴν οἶμαι χάριν οὐ δύναται προσλαβεῖν κατὰ γοῦν τὴν σύνθεσιν αὐτήν, ἐὰν μὴ περιέχῃ μέτρα καὶ ῤυθμούς τινας ἐγκατατεταγμένους ἀδήλους. οὐ μέντοι προσήκει γε ἔμμετρον οὐδ’ ἔρρυθμον αὐτὴν εἶναι δοκεῖν· ποίημα γὰρ οὕτως ἔσται καὶ μέλος, ἀλλ’ εὔρυθμον αὐτὴν χρὴ καὶ ἔμμετρον φαίνεσθαι μόνον. οὕτω γὰρ ἂν εἴη ποιητικὴ μέν, οὐ μὴν ποίημά γε· καὶ ἐμμελὴς μέν, οὐ μέλος δέ. ἡ μὲν γὰρ ὅμοια παραλαμβάνουσα μέτρα καὶ τεταγμένους σώζουσα ῥυθμοὺς καὶ κατὰ στίχον ἢ περίοδον ἢ στροφὴν διὰ τῶν αὐτῶν σχημάτων περαινομένη κἄπειτα πάλιν τοῖς αὐτοῖς ῥυθμοῖς καὶ μέτροις ἐπὶ τῶν ἑξῆς χρωμένη καὶ τοῦτο μέχρι πολλοῦ ποιοῦσα ἔρρυθμός ἐστι καὶ ἔμμετρος, καὶ ὀνόματα αὐτῇ μέτρον καὶ μέλος· ἡ δὲ πεπλανημένα μέτρα καὶ ἀτάκτους ῥυθμοὺς ἐμπεριλαμβάνουσα εὔρυθμος μέν ἐστιν, ἐπειδὴ διαπεποίκιλται τισὶ ῥυθμοῖς, οὐκ
ἔρρυθμος δέ, ἐπειδὴ οὐ τοῖς αὐτοῖς οὐδὲ κατὰ τὸ αὐτό. τοιαύτην δή φημι πᾶσαν εἶναι λέξιν ἄμετρον, ἢτις ἐμφαίνει τὸ ποιητικὸν καὶ μελικόν· ᾗ δὴ καὶ τὸν Δημοσθένην κεχρῆσθαι φημί. αὐτίκα ἐπὶ τοῦ προτεθέντος παραδείγματος ἄρχεται μὲν ἀπὸ ἀναπαιστικοῦ στίχου τετραμέτρου· λείπεται δὲ ποδὶ τοῦ τελείου, παρ’ δ καὶ λέληθε· Μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με· τοῦτο γὰρ εἰ προσλάβοι πόδα, τέλειον ἀναπαιστικὸν ἔσται, ὅ καλοῦσι τινὲς Ἀριστοφάνειον· Μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με παρεῖναι. τοῦτο δὲ οὐκ ἐκ ταὐτομάτου γέγονεν, ἀλλ’ ἐξ ἐπιτηδεύσεως· καὶ γὰρ καὶ τὸ συναπτόμενον τούτῳ κῶλον, εἰ διαλύσειέ τις αὐτοῦ τὴν δευτέραν συναλοιφήν, ἢ πεποίηκεν αὐτὸ ἄσημον ἐπισυνάπτουσα τῷ τρίτῳ κώλῳ, πεντάμετρον ἐλεγειακὸν ἔσται συντετελεσμένον τουτί· μήτ’ ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεκα. καὶ ἑνὸς δὲ τοῦ μεταξὺ κώλου συγκειμένου λεκτικῶς τοῦ ἥκειν Ἀριστοκράτους κατηγορήσαντα τουτουί, τὸ συμπλεκόμενον τούτῳ πάλιν κῶλον Ἀριστοφάνειον ἐστί· μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα ἑτοίμως οὕτως τὸ δ’ ἀκόλουθον ἲσον ἐστὶν ἰαμβικῷ τριμέτρῳ τὸν ἔσχατον ἀφῃρημένῳ πόδα· προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν’. καὶ τὸ προσεχὲς πάλιν ἰαμβεῖόν ἐστι, καὶ τοῦτο τρίμετρον ὀρθόν· ἀλλ’ εἲπερ ἄρ’ ὀρθῶς ἐγὼ λογίζομαι, τοῦ ἄρα συνδέσμου μακρὰν λαμβάνοντος τὴν προτέραν
συλλαβήν· καὶ ἔτι τὸ καὶ σκοπῶ παρεμπεσὸν ἐπισκοτούμενον τὸ μέτρον ἠφάνισε. καὶ μηδεὶς ἄτοπον λογίσαιτο, εἰ τοσαύτης δόξης ἀνὴρ ἐπὶ δεινότητι λόγων, ἔργα συνταττόμενος αἰώνια καὶ διδοὺς ἑαυτὸν ὑπεύθυνον τᾷ πάντα βασανίζοντι χρόνῳ ἠβουλήθη μηδὲν εἰκῇ μήτε πρᾶγμα παραλαμβάνειν μήτ’ ὄνομα, ἄλλως τε καὶ τῶν τότε ἀνθρώπων οὐ γραπτοῖς ἀλλὰ γλυπτοῖς καὶ τορευτοῖς ἐοικότας ἐκφερόντων λόγους, λέγω δὲ Ἰσοκράτους καὶ Πλάτωνος τῶν σοφιστῶν· δ μέν γε τὸν πανηγυρικὸν λόγον, ὡς οἱ τὸν ἐλάχιστον χρόνον γράφοντες, ἔτεσι δέκα συνετάξατο· ὁ δὲ λάτων τοὺς ἑαυτοῦ διαλόγους κτενίζων καὶ βοστρυχίζων καὶ πάντα τρόπον ἀναπλέκων οὐ διέλιπεν ὀγδοήκοντα γεγοὼς ἔτη· γνώρισμα δὲ τούτου τά τε ἄλλα, καὶ δὴ καὶ τὰ περὶ τὴν δέλτον, ἣν τελευτήσαντος αὐτοῦ λέγουσιν εὑρεθῆναι ποικίλως μετακειμένην τὴν ἀρχὴν τῆς Πολιτείας ἔχουσαν τήνδε· Κατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος τοῦ Ἀρίστωνος. πολὺ γὰρ μᾶλλον προσήκει τούτοις μηδενὸς τῶν ἐλαχίστων ὀλιγωρεῖν ἢ ζωγράφοις καὶ τορευταῖς περὶ τὰ φλεβία καὶ τὰ πτίλα καὶ τὸν χνοῦν καὶ τὰς τοιαύτας μικρολογίας κατατρίβειν τὴν τῆς τέχνης ἀκρίβειαν. μειράκιον μὲν οὖν ὄντα αὐτὸν καὶ νεωστὶ τοῦ μαθήματος ἁπτόμενον οὐκ ἄλογον πάντα περισκοπεῖν, ὅσα δυνατὰ ἦν εἰς ἐπιτήδευσιν ἀνθρωπίνην πεσεῖν· ἐπειδὴ δὲ ἡ χρόνιος ἄσκησις ἰσχὺν πολλὴν λαβοῦσα τύπους τινὰς ἐν τῇ διανοίᾳ
παντὸς τοῦ μελετωμένου καὶ σφραγῖδας ἐνεποίησεν, ἐκ τοῦ ῥᾴστου καὶ ἀπὸ τῆς ἕξεως αὐτὰ ᾕδει ποιεῖν. σἷόν τι γίνεται κἀν ταῖς ἄλλαις τέχναις, ὧν ἐνέργειά τις ἡ ποίησις τὸ τέλος· καὶ ἡμεῖς δὲ τὰ γράμματα παιδευόμενοι πρῶτα μὲν τὰ ὀνόματα αὐτῶν ἐκμανθάνομεν, ἔπειτα τοὺς τύπους καὶ τὰς δυνάμεις, εἶθ οὕτω τὰς συλλαβὰς καὶ τὰ ἐν ταύταις πάθη, καὶ μετὰ τοῦτο ἤδη τὰς λέξεις καὶ τὰ συμβεβηκότα αὐταῖς, ἐκτάσεις τε καὶ συστολὰς καὶ προσῳδίας καὶ τὰ παραπλήσια· ὅταν δὲ τούτων τὴν ἐπιστήμην λάβωμεν, τότε ἀρχόμεθα γράφειν τε καὶ ἀναγινώσκειν κατὰ συλλαβάς· καὶ βραδέως τὸ πρῶτον, ἐπειδὰν δὲ ὁ χρόνος ἀξιόλογος προσελθὼν τύπους ἰσχυροὺς αὐτῶν ἐν ταῖς ψυχαῖς ἡμῶν ποιήσῃ, τότε ἀπὸ τοῦ ῥᾴστου δρῶμεν αὐτά, καὶ πᾶν ὅ τι ἂν ἐπιδῷ τις βιβλίον, ἀπταίστως διερχόμεθα ἕξει τε καὶ τάχει ἀπίστῳ. τοιοῦτο δὴ καὶ περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων γίνεται παρὰ τοῖς ἀθληταῖς τοῦ ἔργου· τοὺς δὲ τούτου ἀπείρους θαυμάζειν καὶ ἀπιστεῖν οὐκ ἄλογον.

Περὶ δὲ τῆς ἐμμελοῦς καὶ ἐμμέτρου συνθέσεως τῆς ἐχούσης πολλὴν ὁμοιότητα πρὸς τὴν πεζὴν λέξιν, πρώτη μέν ἐστιν αἰτία κἀνταῦθα ἡ τῶν ὀνομάτων ἁρμογή· δευτέρα δὲ ἡ τῶν κώλων σύνθεσις· τρίτη δὲ ἡ τῶν περιόδων ἐμμετρία. τὸν δὴ βουλόμενον ἐν τούτῳ τῷ μέρει κατορθοῦν δεῖ τὰ τῆς λέξεως μόρια * * * συμμέτρως μὴ συναπαρτίζοντα τοῖς στίχοις, ἀλλὰ διατέμνοντα τὸ

μέτρον, ἄνισά τε ποιεῖν αὐτὰ καὶ ἀνόμοια· πολλάκις δὲ καὶ εἰς κόμματα συνάγειν βραχύτερα κώλων· τάς τε περιόδους μήτε ἰσομεγέθεις μήτε ὁμοιοσχήμονας τὰς γοῦν παρακειμένας ἀλλήλαις ἐργάζεσθαι· ἔγγιστα γὰρ φαίνεται λόγοις τὸ περὶ τοὺς ῥυθμοὺς καὶ τὰ μέτρα πεπλανημένον· παράδειγμα τούτων
Αὐτὰρ ὅ γ’ ἐγ λιμένος προσέβη τρηχεῖαν ἀταρπόν·
ἕν μὲν δὴ τοῦτο κῶλον. ἕτερον δέ
χῶρον ἀν’ ὑλήεντα
ἔλαττόν τε τοῦ προτέρου, καὶ δίχα τέμνον τὸν στίχον· τρίτον δέ
δι’ ἄκριας
κομμάτιον· τέταρτον δέ
οἷ οἱ Ἀθήνη πέφραδε δῖον ὑφορβόν
ἐξ ἡμιστιχίων δύο· ἔπειτα τὸ τελευταῖον
ὅ οἱ βιότοιο μάλιστα κήδετο οἰκήων· οὕς κτήσατο δῖος Ὀδυσσεύς
ἀτελῆ μὲν τὸν τρίτον ποιοῦν στίχον, τοῦ δὲ τετάρτου τῇ προσθήκῃ τὴν ἀκρίβειαν ἀφῃρημένον. τὰ δ’ αὐτὰ νοητέον κἀν τοῖς ἰαμβικοῖς καὶ τοῖς ἄλλοις μέτροις· ὧν παρὰ τοῖς τραγικοῖς μυρία τὰ παραδείγματα.

Τοιαῦτα δ’ ἐστὶ τὰ ὅμοια τοῖς καλοῖς λόγοις μέτρα καὶ μέλη, διὰ ταύτας γινόμενα τὰς αἰτίας.