De Demosthenis dictione

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.

--- δικανικοῖς μὲν οὖν οὐ περιέτυχον αὐτοῦ λόγοις, δημηγορικοῖς δὲ ὀλίγοις καί τισι καὶ τέχναις, τοῖς δὲ πλείοσιν ἐπιδεικτικοῖς. τῆς δὲ ἰδέας αὐτοῦ τῶν λόγων τοιοῦτος ὁ χαρακτήρ, ἐγκωμιάζει δὲ τοὺς ἐν πολέμοις ἀριστεύσαντας Ἀθηναίων· τί γὰρ ἀπῆν τοῖς ἀνδράσι τούτοις, ὧν δεῖ ἀνδράσι προσεῖναι; τί δὲ προσῆν, ὧν δεῖ ἀπεῖναι; εἰπεῖν δυναίμην, ἃ βούλομαι, βουλοίμην δέ, ἃ δεῖ, λαθὼν μὲν τὴν θείαν νέμεσιν, φυγὼν δὲ τὸν ἀνθρώπινον φθόνον. οὗτοι γὰρ ἐκέκτηντο ἔνθεον μὲν τὴν ἀρετήν, ἀνθρώπινον δὲ τὸ θνητόν, πολλὰ μὲν δὴ τὸ παρὸν ἐπιεικὲς τοῦ αὐθάδους δικαίου προκρίνοντες, πολλὰ δὲ νόμου ἀκριβείας λόγων ὀρθότητα, τοῦτον νομίζοντες θειότατον καὶ κοινότατον νόμων τὸ δέον ἐν τῷ δέοντι καὶ λέγειν καὶ σιγᾶν καὶ ποιεῖν, καὶ δισσὰ ἀσκήσαντες μάλιστα ὧν δεῖ, γνώμην καὶ ῥώμην, τὴν μὲν βουλεύοντες τὴν δʼ ἀποτελοῦντες,

p.128
θεράποντες μὲν τῶν ἀδίκως δυστυχούντων, κολασταὶ δὲ τῶν ἀδίκως εὐτυχούντων, αὐθάδεις πρὸς τὸ συμφέρον, εὐόργητοι πρὸς τὸ πρέπον, τῷ φρονίμῳ τῆς γνώμης παύοντες τὸ ἄφρον, ὑβρισταὶ εἰς τοὺς ὑβρίζοντας, κόσμιοι εἰς τοὺς κοσμίους, ἄφοβοι εἰς τοὺς ἀφόβους, δεινοὶ ἐν τοῖς δεινοῖς. μαρτύρια δὲ τούτων τρόπαια ἐστήσαντο τῶν πολεμίων Διὸς μὲν ἀγάλματα τούτων δὲ ἀναθήματα, οὐκ ἄπειροι οὔτε ἐμφύτου Ἄρεως οὔτε νομίμων ἐρώτων οὔτε ἐνοπλίου ἔριδος οὔτε φιλοκάλου εἰρήνης, σεμνοὶ μὲν πρὸς τοὺς θεοὺς τῷ δικαίῳ, ὅσιοι δὲ πρὸς τοὺς τοκέας τῇ θεραπείᾳ, δίκαιοι δὲ πρὸς τοὺς ἀστοὺς τῷ ἴσῳ, εὐσεβεῖς δὲ πρὸς τοὺς φίλους τῇ πίστει. τοιγαροῦν αὐτῶν ἀποθανόντων ὁ πόθος οὐ συναπέθανεν, ἀλλʼ ἀθάνατος ἐν οὐκ ἀθανάτοις σώμασι ζῇ οὐ ζώντων. --- ἐστασίαζέ τε οὖν τὰ τῶν πόλεων, καὶ τὰ ἀφυστερίζοντά που πύστει τῶν προγενομένων πολὺ ἐπέφερε τὴν ὑπερβολὴν ἐς τὸ καινοῦσθαι τὰς διανοίας τῶν τʼ ἐπιχειρήσεων περιτεχνήσει καὶ τῇ τῶν τιμωριῶν ἀτοπίᾳ. καὶ τὴν εἰωθυῖαν ἀξίωσιν τῶν ὀνομάτων ἐς τὰ ἔργα
p.129
ἀντήλλαξαν τῇ δικαιώσει. τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρία φιλέταιρος ἐνομίσθη, μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα. καὶ τὸ πρὸς ἅπαν ξυνετὸν ἐπίπαν ἀργόν, τὸ δʼ ἐμπλήκτως ὀξὺ ἀνδρὸς μοίρᾳ προσετέθη, ἀσφάλεια δὲ τὸ ἐπιβουλεύσασθαι, ἀποτροπῆς πρόφασις εὔλογος. καὶ ὁ μὲν χαλεπαίνων πιστὸς ἀεί, ὁ δὲ ἀντιλέγων αὐτῷ ὕποπτος. ἐπιβουλεύσας δέ τις τυχών τε ξυνετὸς καὶ ὑπονοήσας ἔτι δεινότερος. προβουλεύσας δέ, ὅπως μηδὲν αὐτῷ δεήσει, τῆς τε ἑταιρίας διαλυτὴς καὶ τοὺς ἐναντίους ἐκπεπληγμένος. ἁπλῶς δὲ ὁ φθάσας τὸν μέλλοντα κακόν τι δρᾶν ἐπῃνεῖτο καὶ ὁ ἐπικελεύσας τὸν μὴ διανοούμενον. καὶ μὴν καὶ τὸ ξυγγενὲς τοῦ ἑταιρικοῦ ἀλλοτριώτερον ἐγένετο, διὰ τὸ ἑτοιμότερον εἶναι ἀπροφασίστως τολμᾶν. οὐ γὰρ μετὰ τῶν κειμένων νόμων ὠφελείας αἱ τοιαῦται ξύνοδοι, ἀλλὰ παρὰ τοὺς καθεστῶτας πλεονεξίᾳ. καὶ τὰς ἐς σφᾶς αὐτοὺς πίστεις οὐ τῷ θείῳ καὶ νομίμῳ μᾶλλον ἐκρατύνοντο ἢ τῷ κοινῇ τι παρανομῆσαι· τά τε ἀπὸ τῶν ἐναντίων καλῶς λεγόμενα ἐνεδέχοντο ἔργων φυλακῇ, εἰ προὔχοιεν, καὶ οὐ γενναιότητι. ἀντιτιμωρήσασθαί τέ τινα περὶ πλείονος ἦν ἢ αὐτὸν μὴ προπαθεῖν. καὶ ὅρκοι εἴ που ἄρα γένοιντο ξυναλλαγῆς, ἐν τῷ αὐτίκα πρὸς τὸ ἄπορον ἑκατέρῳ διδόμενοι ἴσχυον οὐκ ἐχόντων ἄλλοθεν δύναμιν.
p.130
ἡ μὲν οὖν ἐξηλλαγμένη καὶ περιττὴ καὶ ἐγκατάσκευος καὶ τοῖς ἐπιθέτοις κόσμοις ἅπασι συμπεπληρωμένη λέξις, ἧς ὅρος καὶ κανὼν ὁ Θουκυδίδης, ὃν οὐθεὶς οὔθʼ ὑπερεβάλετο τῶν ἐπιγινομένων οὔτε εἰς ἄκρον ἐμιμήσατο, τοιαύτη τις ἦν.

ἡ δὲ ἑτέρα λέξις ἡ λιτὴ καὶ ἀφελὴς καὶ δοκοῦσα κατασκευήν τε καὶ ἰσχὺν τὴν πρὸς ἰδιώτην ἔχειν λόγον καὶ ὁμοιότητα πολλοὺς μὲν ἔσχε καὶ ἀγαθοὺς ἄνδρας προστάτας συγγραφεῖς τε καὶ φιλοσόφους καὶ ῥήτορας. καὶ γὰρ οἱ τὰς γενεαλογίας ἐξενέγκαντες καὶ οἱ τὰς τοπικὰς ἱστορίας πραγματευσάμενοι καὶ οἱ τὰ φυσικὰ φιλοσοφήσαντες καὶ οἱ τῶν ἠθικῶν διαλόγων ποιηταί, ὧν ἦν τὸ Σωκρατικὸν διδασκαλεῖον πᾶν ἔξω Πλάτωνος, καὶ οἱ τοὺς δημηγορικοὺς ἢ δικανικοὺς συνταττόμενοι λόγους ὀλίγου δεῖν πάντες ταύτης ἐγένοντο τῆς προαιρέσεως. ἐτελείωσε δʼ αὐτὴν καὶ εἰς ἄκρον ἤγαγε τῆς ἰδίας ἀρετῆς Λυσίας ὁ Κεφάλου, κατὰ τοὺς αὐτοὺς χρόνους Γοργίᾳ τε καὶ Θουκυδίδῃ γενόμενος. τίς δὲ ἦν ἡ προαίρεσις αὐτοῦ καὶ τίς ἡ δύναμις, ἐν τῇ πρὸ ταύτης δεδήλωται γραφῇ καὶ οὐδὲν δεῖ νῦν πάλιν ὑπὲρ τῶν αὐτῶν λέγειν. ἀρκέσει δὲ τοσοῦτο μόνον εἰπεῖν, ὅτι τὴν διαπασῶν ἁρμονίαν οὗτοι πρὸς ἀλλήλους οἱ ἄνδρες ἡρμόσαντο, τάς ἀκρότητας ἀμφοτέρας τῆς λέξεως, αἳ πλεῖστον ἀλλήλων ἀπέχουσι, δαιμονίᾳ σπουδῇ προελόμενοί τε καὶ τελειώσαντες. καὶ

p.131
ὅνπερ ἡ νήτη πρὸς ὑπάτην ἐν μουσικῇ λόγον ἔχει, τοῦτον ἡ Λυσίου λέξις ἐν πολιτικῇ διαλέκτῳ πρὸς τὴν Θουκυδίδου. ἣ μὲν γὰρ καταπλήξασθαι δύναται τὴν διάνοιαν, ἣ δὲ ἡδῦναι, καὶ ἣ μὲν συστρέψαι καὶ συντεῖναι τὸν νοῦν, ἣ δὲ ἀνεῖναι καὶ μαλάξαι, καὶ εἰς πάθος ἐκείνη προαγαγεῖν, εἰς δὲ ἦθος αὕτη καταστῆσαι. πλὴν ἀλλὰ καὶ τὸ μὲν βιάσασθαι καὶ προσαναγκάσαι τι τῆς Θουκυδίδου λέξεως ἴδιον, τὸ δʼ ἀπατῆσαι καὶ κλέψαι τὰ πράγματα τῆς Λυσίου. καὶ ἡ μὲν νεωτεροποιία καὶ τὸ τολμηρὸν τῆς τοῦ συγγραφέως οἰκεῖον ἰδέας, ἡ δʼ ἀσφάλεια καὶ τὸ ἀκίνδυνον τῆς τοῦ ῥήτορος. --- ὅτι οὐκ ἐν ἐπιτηδεύσει φαίνεται --- ἀνεπιτήδευτον εἶναι θέλει. κατεσκεύασται μὲν οὖν ἑκατέρα καὶ εἰς ἄκρον γε ἥκει τῆς ἰδίας κατασκευῆς· ῥέπει δὲ ἣ μὲν ἐπὶ τὸ μᾶλλον ἢ πέφυκεν εἶναι δοκεῖν, ἣ δὲ ἐπὶ τὸ ἧττον. παραδειγμάτων δὲ καὶ ταύτης τῆς λέξεως οὐθὲν ἐν τῷ παρόντι οἶμαι δεῖν. δύο μὲν δὴ χαρακτῆρες οὗτοι λέξεως, τοσοῦτον ἀλλήλων διάφοροι κατὰ τὰς ἀγωγάς, καὶ ἄνδρες οἱ πρωτεύσαντες ἐν αὐτοῖς,
p.132
οὓς διεξῆλθον, δεινοὶ μὲν ἐν τοῖς αὑτῶν ἔργοις ἀμφότεροι, καθʼ ὃ δὲ ἴσοι ἀλλήλων ἦσαν, ἀτελεῖς.

τρίτη λέξεως --- ἦν ἡ μικτή τε καὶ σύνθετος ἐκ τούτων τῶν δυεῖν, ἣν ὁ μὲν πρῶτος ἁρμοσάμενος καὶ καταστήσας εἰς τὸν νῦν ὑπάρχοντα κόσμον εἴτε Θρασύμαχος ὁ Καλχηδόνιος ἦν, ὡς οἴεται Θεόφραστος, εἴτε ἄλλος τις, οὐκ ἔχω λέγειν. οἱ δὲ ἐκδεξάμενοι καὶ ἀναθρέψαντες καὶ οὐ πολὺ ἀποσχόντες τοῦ τελειῶσαι ῥητόρων μὲν Ἰσοκράτης ὁ Ἀθηναῖος ἐγένετο, φιλοσόφων δὲ Πλάτων ὁ Σωκρατικός· τούτων γὰρ ἀμήχανον εὑρεῖν τῶν ἀνδρῶν ἑτέρους τινὰς ἔξω Δημοσθένους ἢ τἀναγκαῖα καὶ χρήσιμα κρεῖττον ἀσκήσαντας ἢ τὴν καλλιλογίαν καὶ τὰς ἐπιθέτους κατασκευὰς βέλτιον ἀποδειξαμένους. ἡ μὲν οὖν Θρασυμάχου λέξις, εἰ δὴ πηγή τις ἦν ὄντως τῆς μεσότητος, αὐτὴν τὴν προαίρεσιν ἔοικεν ἔχειν σπουδῆς ἀξίαν· κέκραται γὰρ εὖ πως καὶ αὐτὸ τὸ χρήσιμον εἴληφεν ἑκατέρας. δυνάμει δὲ ὡς οὐκ ἴσῃ τῇ βουλήσει κέχρηται, παράδειγμα ἐξ ἑνὸς τῶν δημηγορικῶν λόγων τόδε· ἐβουλόμην μέν, ὦ ἄνδρες Ἀθηναῖοι, μετασχεῖν ἐκείνου τοῦ χρόνου τοῦ παλαιοῦ καὶ τῶν πραγμάτων,

p.133
ἡνίκα σιωπᾶν ἀπέχρη τοῖς νεωτέροις, τῶν τε πραγμάτων οὐκ ἀναγκαζόντων ἀγορεύειν καὶ τῶν πρεσβυτέρων ὀρθῶς τὴν πόλιν ἐπιτροπευόντων. ἐπειδὴ δʼ εἰς τοιοῦτον ἡμᾶς ἀνέθετο χρόνον ὁ δαίμων, ὥστε --- τῆς πόλεως ἀκούειν, τὰς δὲ συμφορὰς --- αὐτοὺς καὶ τούτων τὰ μέγιστα μὴ θεῶν ἔργα εἶναι μηδὲ τῆς τύχης ἀλλὰ τῶν ἐπιμεληθέντων, ἀνάγκη δὲ λέγειν. ἢ γὰρ ἀναίσθητος ἢ καρτερικώτατός ἐστιν, ὅστις ἐνεξαμαρτάνειν ἑαυτὸν ἔτι παρέξει τοῖς βουλομένοις καὶ τῆς ἑτέρων ἐπιβουλῆς τε καὶ κακίας αὐτὸς ὑποσχήσει τὰς αἰτίας. ἅλις γὰρ ἡμῖν ὁ παρελθὼν χρόνος καὶ ἀντὶ μὲν εἰρήνης ἐν πολέμῳ γενέσθαι καὶ κινδύνῳ, εἰς τόνδε τὸν χρόνον τὴν μὲν παρελθοῦσαν ἡμέραν ἀγαπῶσι, τὴν δʼ ἐπιοῦσαν δεδιόσιν, ἀντὶ δʼ ὁμονοίας εἰς ἔχθραν καὶ ταραχὰς πρὸς ἀλλήλους ἀφικέσθαι. καὶ τοὺς μὲν ἄλλους τὸ πλῆθος τῶν ἀγαθῶν ὑβρίζειν τε ποιεῖ καὶ στασιάζειν, ἡμεῖς δὲ μετὰ μὲν τῶν ἀγαθῶν ἐσωφρονοῦμεν, ἐν δὲ τοῖς κακοῖς ἐμάνημεν, ἃ τοὺς ἄλλους σωφρονίζειν εἴωθεν. τί δῆτα μέλλοι τις ἂν γεγωνίσκειν εἰπεῖν, ὅτῳ γε --- λυπεῖσθαι ἐπὶ τοῖς
p.134
παροῦσι καὶ νομίζειν ἔχειν τι τοιοῦτον, ὡς μηδὲν ἔτι τοιοῦτον ἔσται; πρῶτον μὲν οὖν τοὺς διαφερομένους πρὸς ἀλλήλους καὶ τῶν ῥητόρων καὶ τῶν ἄλλων ἀποδείξω γε παρὰ λόγον πεπονθότας πρὸς ἀλλήλους, ὅπερ ἀνάγκη τοὺς ἄνευ γνώμης φιλονικοῦντας πάσχειν· οἰόμενοι γὰρ ἐναντία λέγειν ἀλλήλοις οὐκ αἰσθάνονται τὰ αὐτὰ πράττοντες οὐδὲ τὸν τῶν ἑτέρων λόγον ἐν τῷ σφετέρῳ λόγῳ ἐνόντα. σκέψασθε γὰρ ἐξ ἀρχῆς, ἃ ζητοῦσιν ἑκάτεροι. πρῶτον μὲν ἡ πάτριος πολιτεία ταραχὴν αὐτοῖς παρέχει ῥᾴστη γνωσθῆναι καὶ κοινοτάτη τοῖς πολίταις οὖσα πᾶσιν. ὁπόσα μὲν οὖν ἐπέκεινα τῆς ἡμετέρας γνώμης ἐστίν, † ἀκούειν ἀνάγκη λέγειν τῶν παλαιοτέρων, ὁπόσα δʼ αὐτοὶ ἐπεῖδον οἱ πρεσβύτεροι, ταῦτα δὲ παρὰ τῶν εἰδότων πυνθάνεσθαι. τοιαύτη μὲν οὖν τις ἡ Θρασυμάχειος ἑρμηνεία, μέση τοῖν δυεῖν καὶ εὔκρατος καὶ εἰς ἀμφοτέρους τοὺς χαρακτῆρας ἐπίκαιρον ἀφετήριον.

ἡ δὲ Ἰσοκράτους λέξις, ὃς μέγιστον ὄνομα ἐν τοῖς Ἕλλησιν ἐκτήσατο ἐπὶ σοφίᾳ, ἀγῶνα μὲν οὔτʼ ἴδιον οὔτε δημόσιον οὐδένα πώποτε τἀνδρὸς ἀγωνισαμένου

p.135
γραφὰς δὲ συνταξαμένου πολλὰς καὶ καλὰς εἰς ἅπασαν ἰδέαν λόγων, ὅντινα χαρακτῆρα ἔχειν ἐφαίνετό μοι, διὰ πλειόνων μὲν ἐδήλωσα πρότερον. οὐδὲν δὲ κωλύσει καὶ νῦν ἐπὶ κεφαλαίων αὐτὰ τὰ ἀναγκαιότατα εἰπεῖν· ὅτι τῆς μὲν Λυσιακῆς λέξεως τὸ καθαρὸν ἔχει καὶ τὸ ἀκριβές· οὔτε γὰρ ἀρχαίοις οὔτε πεποιημένοις οὔτε γλωττηματικοῖς ὀνόμασιν ἀλλὰ τοῖς κοινοτάτοις καὶ συνηθεστάτοις κέχρηται. ἠθική τε καὶ πιθανὴ καὶ ἡδεῖά ἐστι καὶ πέφευγε τὴν τροπικήν, ὥσπερ ἐκείνη, τὴν ἁπλῆν φράσιν, τῆς δὲ Θουκυδίδου καὶ Γοργίου τὴν μεγαλοπρέπειαν καὶ σεμνότητα καὶ καλλιλογίαν εἴληφε. καὶ εἰς μὲν τὸ διδάξαι τὸν ἀκροατὴν σαφέστατα, ὅ τι βούλοιτο, τὴν ἁπλῆν καὶ ἀκόσμητον ἑρμηνείαν ἐπιτηδεύει τὴν Λυσίου, εἰς δὲ τὸ καταπλήξασθαι τῷ κάλλει τῶν ὀνομάτων σεμνότητά τε καὶ μεγαληγορίαν περιθεῖναι τοῖς πράγμασι τὴν ἐπίθετον καὶ κατεσκευασμένην φράσιν τῶν περὶ Γοργίαν ἐκμέμακται. ἁμαρτάνει δὲ ἐν οἷς ὡραΐζεταί ποτε, τοὺς Γοργίου νεαροὺς σχηματισμοὺς ζηλοῦσα (τὰ γὰρ ἀντίθετά τε καὶ πάρισα καὶ τὰ παραπλήσια τούτοις οὔτε μετριάζοντα οὔτʼ ἐν καιρῷ γινόμενα καταισχύνει τὴν μεγαλοπρέπειαν αὐτῆς), καὶ ἔτι μᾶλλον ἐν οἷς τὴν εὐέπειαν διώκουσα καὶ τὴν εὐρυθμίαν διʼ εὐλαβείας μὲν
p.136
λαμβάνει τὸ συγκροῦσαι τὰ φωνήεντα τῶν γραμμάτων δι’ εὐλαβείας δὲ ποιεῖται τὸ χρήσασθαί τινι τῶν τραχυνόντων. διώκει δʼ ἐκ παντὸς τρόπου τὴν περίοδον οὐδὲ ταύτην στρογγύλην καὶ πυκνὴν ἀλλʼ ὑπαγωγικήν τινα καὶ πλατεῖαν καὶ πολλοὺς ἀγκῶνας, ὥσπερ οἱ μὴ κατʼ εὐθείας ῥέοντες ποταμοὶ ποιοῦσιν, ἐγκολπιζομένην. ταῦτα μέντοι πολλαχῇ μακροτέραν τε αὐτὴν ποιεῖ κἀναληθεστέραν ἀπαθῆ τε καὶ ἄψυχον καὶ πανηγυρικὴν μᾶλλον ἢ ἐναγώνιον. τοῖς δὲ παραδείγμασιν ὀλίγον ὕστερον, ὅταν ὁ καιρὸς ἀπαιτῇ, χρήσομαι.

ἡ δὲ δὴ Πλατωνικὴ διάλεκτος βούλεται μὲν εἶναι καὶ αὐτὴ μῖγμα ἑκατέρων τῶν χαρακτήρων, τοῦ τε ὑψηλοῦ καὶ ἰσχνοῦ, καθάπερ εἴρηταί μοι πρότερον, πέφυκε δʼ οὐχ ὁμοίως πρὸς ἀμφοτέρους τοὺς χαρακτῆρας εὐτυχής. ὅταν μὲν οὖν τὴν ἰσχνὴν καὶ ἀφελῆ καὶ ἀποίητον ἐπιτηδεύῃ φράσιν, ἐκτόπως ἡδεῖά ἐστι καὶ φιλάνθρωπος. καθαρὰ γὰρ ἀποχρώντως γίνεται καὶ διαυγής, ὥσπερ τὰ διαφανέστατα τῶν ναμάτων, ἀκριβής τε καὶ λεπτὴ παρʼ ἡντινοῦν ἑτέραν τῶν εἰς τὴν αὐτὴν διάλεκτον εἰργασμένων. τήν τε κοινότητα διώκει τῶν ὀνομάτων καὶ τὴν σαφήνειαν ἀσκεῖ, πάσης ὑπεριδοῦσα

p.137
κατασκευῆς ἐπιθέτου. ὅ τε πίνος αὐτῇ καὶ ὁ χνοῦς ὁ τῆς ἀρχαιότητος ἠρέμα καὶ λεληθότως ἐπιτρέχει χλοερόν τέ τι καὶ τεθηλὸς καὶ μεστὸν ὥρας ἄνθος ἀναδίδωσι. καὶ ὥσπερ ἀπὸ τῶν εὐωδεστάτων λειμώνων αὖρά τις ἡδεῖα ἐξ αὐτῆς φέρεται. καὶ οὔτε τὸ λιγυρὸν ἔοικεν ἐμφαίνειν λάλον οὔτε τὸ κομψὸν θεατρικόν. ὅταν δὲ εἰς τὴν περιττολογίαν καὶ τὸ καλλιεπεῖν, ὅ πολλάκις εἴωθε ποιεῖν, ἄμετρον ὁρμὴν λάβῃ, πολλῷ χείρων ἑαυτῆς γίνεται· καὶ γὰρ ἀηδεστέρα τῆς ἑτέρας καὶ κάκιον ἑλληνίζουσα καὶ παχυτέρα φαίνεται μελαίνει τε τὸ σαφὲς καὶ ζόφῳ ποιεῖ παραπλήσιον ἕλκει τε μακρὸν ἀποτείνασα τὸν νοῦν, συστρέψαι δέον ἐν ὀνόμασιν ὀλίγοις. ἐκχεῖται δʼ εἰς ἀπειροκάλους περιφράσεις πλοῦτον ὀνομάτων ἐπιδεικνυμένη κενόν, ὑπεριδοῦσά τε τῶν κυρίων καὶ ἐν τῇ κοινῇ χρήσει κειμένων τὰ πεποιημένα ζητεῖ καὶ ξένα καὶ ἀρχαιοπρεπῆ. μάλιστα δὲ χειμάζεται περὶ τὴν τροπικὴν φράσιν, πολλὴ μὲν ἐν τοῖς ἐπιθέτοις, ἄκαιρος δʼ ἐν ταῖς μετωνυμίαις, σκληρὰ δὲ καὶ οὐ σῴζουσα τὴν ἀναλογίαν ἐν ταῖς
p.138
μεταφοραῖς. ἀλληγορίας τε περιβάλλεται πολλὰς καὶ μακράς, οὔτε μέτρον ἐχούσας οὔτε καιρόν. σχήμασί τε ποιητικοῖς ἐσχάτην προσβάλλουσιν ἀηδίαν καὶ μάλιστα τοῖς Γοργιείοις ἀκαίρως καὶ μειρακιωδῶς ἐναβρύνεται. καὶ πολὺς ὁ τελέτης ἐν τοῖς τοιούτοις παρʼ αὐτῷ, ὡς καὶ Δημήτριος ὁ Φαληρεὺς εἴρηκέ που καὶ ἄλλοι συχνοὶ πρότερον. οὐ γὰρ ἐμὸς ὁ μῦθος.

μηδεὶς δέ με τὰ τοιαῦτα ὑπολάβῃ λέγειν ἁπάσης καταγινώσκοντα τῆς ἐξηλλαγμένης καὶ ἐγκατασκεύου λέξεως, ᾗ κέχρηται Πλάτων· μὴ γὰρ δὴ οὕτω σκαιὸς μηδʼ ἀναίσθητος ἐγὼ γενοίμην, ὥστε ταύτην τὴν δόξαν ὑπὲρ ἀνδρὸς τηλικούτου λαβεῖν, ἐπεὶ πολλὰ περὶ πολλῶν οἶδα μεγάλα καὶ θαυμαστὰ καὶ ἀπὸ τῆς ἄκρας δυνάμεως ἐξενηνεγμένα ὑπʼ αὐτοῦ· ἀλλʼ ἐκεῖνο ἐνδείξασθαι βουλόμενον ὅτι τὰ τοιαῦτα ἁμαρτήματα ἐν ταῖς κατασκευαῖς εἴωθεν ἁμαρτάνειν καὶ χείρων μὲν αὐτὸς αὑτοῦ γίνεται, ὅταν τὸ μέγα διώκῃ καὶ περιττὸν ἐν τῇ φράσει, μακρῷ δέ τινι ἀμείνων, ὅταν τὴν ἰσχνὴν καὶ ἀκριβῆ καὶ δοκοῦσαν μὲν ἀποίητον εἶναι κατεσκευασμένην δʼ ἀμωμήτῳ καὶ ἀφελεῖ κατασκευῇ διάλεκτον εἰσφέρῃ. ἢ γὰρ οὐδὲν ἁμαρτάνει καθάπαξ ἢ

p.139
βραχύ τι κομιδῇ καὶ οὐκ ἄξιον κατηγορίας. ἐγὼ δὲ ἠξίουν τηλικοῦτον ἄνδρα πεφυλάχθαι πᾶσαν ἐπιτίμησιν. ταὐτὰ μέντοι καὶ οἱ κατʼ αὐτὸν ἐκεῖνον γενόμενοι ὡς ἁμαρτάνοντι τῷ ἀνδρὶ ἐπιτιμῶσιν, ὧν τὰ ὀνόματα οὐθὲν δέομαι λέγειν, καὶ αὐτὸς ἑαυτῷ· τοῦτο γὰρ δὴ τὸ λαμπρότατον. ᾔσθετο γάρ, ὡς ἔοικεν, τῆς ἰδίας ἀπειροκαλίας καὶ ὄνομα ἔθετο αὐτῇ τὸ διθύραμβον, ὃ νῦν ἂν ᾐδέσθην ἐγὼ λέγειν ἀληθὲς ὄν. τοῦτο δὲ παθεῖν ἔοικεν, ὡς μὲν ἐγὼ νομίζω, τραφεὶς μὲν ἐν τοῖς Σωκρατικοῖς διαλόγοις ἰσχνοτάτοις οὖσι καὶ ἀκριβεστάτοις, οὐ μείνας δʼ ἐν αὐτοῖς ἀλλὰ τῆς Γοργίου καὶ Θουκυδίδου κατασκευῆς ἐρασθείς. ὥστʼ οὐθὲν ἔξω τοῦ εἰκότος ἔμελλε πείσεσθαι σπάσας τινὰ καὶ τῶν ἁμαρτημάτων ἅμα τοῖς ἀγαθοῖς, ὧν ἔχουσιν οἱ τῶν ἀνδρῶν ἐκείνων χαρακτῆρες.

παράδειγμα δὲ ποιοῦμαι τῆς γε ὑψηλῆς λέξεως ἐξ ἑνὸς βυβλίου τῶν πάνυ περιβοήτων, ἐν ᾧ τοὺς ἐρωτικοὺς διατίθεται λόγους ὁ Σωκράτης πρὸς ἕνα τῶν γνωρίμων Φαῖδρον, ἀφʼ οὗ τὴν ἐπιγραφὴν εἴληφε τὸ βυβλίον. ἐν γὰρ δὴ τῷ συγγράμματι τούτῳ πολλὴν μὲν ὥραν ἔχει καὶ χαρίτων ἐστὶ μεστὰ τὰ πρῶτα ταυτί·

p.140
ὦ φίλε Φαῖδρε, ποῖ δὴ καὶ πόθεν; παρὰ Λυσίου, ὦ Σώκρατες, τοῦ Κεφάλου. πορεύομαι δὴ πρὸς περίπατον ἔξω τείχους. συχνὸν γὰρ ἐκεῖ διέτριψα χρόνον καθήμενος ἐξ ἑωθινοῦ μέχρι τῆς ἀναγνώσεως τοῦ Λυσιακοῦ λόγου καὶ μετὰ τὴν ἀνάγνωσιν ἕως τινός. εἶθʼ, ὥσπερ ἐξ ἀέρος εὐδίου καὶ σταθεροῦ πολὺς ἄνεμος καταρραγείς, ταράττει τὸ καθαρὸν τῆς φράσεως ἐς ποιητικὴν ἐκφέρων ἀπειροκαλίαν, ἐνθένδʼ ἀρξάμενος· ἄγετε δή, Μοῦσαι, εἴτε διʼ ᾠδῆς εἶδος λίγειαι εἴτε διὰ γένος τὸ Λιγύων μουσικὸν ταύτην ἔσχετε τὴν ἐπωνυμίαν, ξύμ μοι λάβεσθε τοῦ μύθου. ὅτι δὲ ψόφοι ταῦτʼ εἰσὶ καὶ διθύραμβοι, κόμπον ὀνομάτων πολὺν νοῦν δὲ ὀλίγον ἔχοντες, αὐτὸς ἐρεῖ. διεξιὼν γάρ, ἀφʼ ἧς αἰτίας ἔρως ἐτέθη τῷ πάθει τοὔνομα, καὶ τῇδε χρησάμενος· ἡ γὰρ ἄνευ λόγου δόξης ἐπὶ τἀγαθὸν ὁρμώσης κρατήσασα ἐπιθυμία, πρὸς ἡδονὴν ἄγουσα κάλλους καὶ τῶν ἑαυτῆς συγγενῶν ἐπιθυμιῶν, ἐπὶ σωμάτων κάλλος ἐρρωμένως ῥωσθεῖσα νικήσασα ἀγωγὴ ἀπʼ αὐτῆς τῆς ῥώμης ἐπωνυμίαν λαβοῦσα ἔρως ἐκλήθη καὶ τοσαύτην ἐκμηκύνας περίφρασιν ὀλίγοις τοῖς ὀνόμασι δυναμένου περιληφθῆναι
p.141
πράγματος ἐπιλαμβάνεται τῆς ἀκαιρίας τῆς αὐτὸς αὐτοῦ καί φησι· σιγῇ τοίνυν μου ἄκουε. τῷ ὄντι γὰρ θεῖος εἶναι ἔοικεν ὁ τόπος. ὥστʼ ἐὰν ἄρα πολλάκις νυμφόληπτος γένωμαι προἰόντος τοῦ λόγου, μὴ θαυμάσῃς. τὰ νῦν γὰρ οὐκέτι πόρρω διθυράμβων τινῶν φθέγγομαι. τάδʼ οὐχ ὑπʼ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν λόγοις ἁλισκόμεσθα κατὰ τὴν τραγῳδίαν, δαιμονιώτατε Πλάτων, διθυράμβων ψόφους καὶ λήρους ἠγαπηκότες. ἃ δʼ ἐν τῇ παλινῳδίᾳ τὸν ἔρωτα ἀφοσιούμενος αὖθις ὁ Σωκράτης εἴρηκεν ἐνθένδε ἀρξάμενος· ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς ἐλαύνων πτηνὸν ἅρμα, πρῶτος πορεύεται διακοσμῶν πάντα καὶ ἐπιμελούμενος. τῷ δʼ ἕπεται στρατιὰ θεῶν καὶ δαιμόνων κατὰ ἕνδεκα μέρη κεκοσμημένη. μένει γὰρ Ἑστία ἐν θεῶν οἴκῳ μόνη. τῶν δʼ ἄλλων, ὅσοι ἐν τῷ τῶν δώδεκα θεῶν ἀριθμῷ τεταγμένοι θεοὶ ἄρχοντες ἡγοῦνται κατὰ τάξιν, ἣν ἕκαστος ἐτάχθη, πολλαὶ μὲν οὖν καὶ μακάριαι θέαι τε καὶ ἔξοδοι ἐντὸς οὐρανοῦ, ἃς θεῶν γένος εὐδαιμόνων ἐπιστρέφεται, πράττων ἕκαστος διʼ αὑτοῦ τὰ αὐτῶν. ἕπεται δʼ αἰεὶ ὁ θέλων τε καὶ
p.142
δυνάμενος· φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται. ταῦτα καὶ τὰ ὅμοια τούτοις, ἃ πολλά ἐστιν, εἰ λάβοι μέλη καὶ ῥυθμοὺς ὥσπερ οἱ διθύραμβοι καὶ τὰ ὑπορχήματα, τοῖς Πινδάρου ποιήμασιν ἐοικέναι δόξειεν ἂν τοῖς εἰς τὸν ἥλιον εἰρημένοις, ὥς γʼ ἐμοὶ φαίνεται· ἀκτὶς ἀελίου, τί πολύσκοπʼ ἐμήσω θοῶν μᾶτερ ὀμμάτων; ἄστρον ὑπέρτατον, ἐν ἁμέρᾳ κλεπτόμενον ἔθηκας ἀμάχανον ἰσχὺν πτανὸν ἀνδράσι καὶ σοφίας ὁδόν, ἐπίσκοτον ἀτραπὸν ἐσσυμένα. ἐλαύνεις τι νεώτερον ἢ πάρος; ἀλλά σε πρὸς Διὸς ἱπποσόα θοάς, ἱκετεύω, ἀπήμονα ἐς οἶμον τινὰ τράποιο Θήβαις, ὦ πότνια, πάγκοινον τέρας. πολέμου δʼ εἰ σᾶμα φέρεις τινὸς ἢ καρποῦ φθίσιν ἢ νιφετοῦ σθένος ὑπέρφατον ἢ στάσιν οὐλομέναν ἢ πόντου κενεῶσιν ἀμ πέδον ἢ παγετὸν χθονὸς ἢ νότιον θέρος ὕδατι ζακότῳ διερὸν ἢ γαῖαν κατακλύσαισα θήσεις ἀνδρῶν νέον ἐξ ἀρχᾶς γένος, ὀλοφύρομαι οὐδὲν ὅτι πάντων μέτα πείσομαι. κἀνταῦθα οὐκ ἄκαιρος ἡ ἀλληγορία, ὡς παρὰ Πλάτωνι.
p.143

ἀλλὰ γάρ, ἵνα μὴ πέρα τοῦ δέοντος ὁ λόγος μοι προβῇ, Πλάτωνα μὲν ἐάσω, πορεύσομαι δʼ ἐπὶ τὸν Δημοσθένην, οὗ δὴ χάριν τούς τε χαρακτῆρας τῆς λέξεως, οὓς ἡγούμην εἶναι κρατίστους, καὶ τοὺς δυναστεύσαντας ἐν αὐτοῖς κατηριθμησάμην, οὐχ ἅπαντας· Ἀντιφῶν γὰρ δὴ καὶ Θεόδωρος καὶ Πολυκράτης Ἰσαῖός τε καὶ Ζωίλος καὶ Ἀναξιμένης καὶ οἱ κατὰ τοὺς αὐτοὺς γενόμενοι τούτοις χρόνους οὐθὲν οὔτε καινὸν οὔτε περιττὸν ἐπετήδευσαν, ἀλλὰ ἀπὸ τούτων τῶν χαρακτήρων καὶ παρὰ τούτους τοὺς κανόνας τὰς ἑαυτῶν λέξεις κατεσκεύασαν. τοιαύτην δὴ καταλαβὼν τὴν πολιτικὴν λέξιν ὁ Δημοσθένης οὕτω κεκινημένην ποικίλως, καὶ τηλικούτοις ἐπεισελθὼν ἀνδράσιν ἑνὸς μὲν οὐθενὸς ἠξίωσε γενέσθαι ζηλωτὴς οὔτε χαρακτῆρος οὔτε ἀνδρός, ἡμιέργους τινὰς ἅπαντας οἰόμενος εἶναι καὶ ἀτελεῖς, ἐξ ἁπάντων δʼ αὐτῶν ὅσα κράτιστα καὶ χρησιμώτατα ἦν, ἐκλεγόμενος συνύφαινε καὶ μίαν ἐκ πολλῶν διάλεκτον ἀπετέλει, μεγαλοπρεπῆ λιτήν, περιττὴν ἀπέριττον, ἐξηλλαγμένην συνήθη, πανηγυρικὴν ἀληθινήν, αὐστηρὰν ἱλαράν, σύντονον ἀνειμένην, ἡδεῖαν πικράν, ἠθικὴν παθητικήν, οὐδὲν διαλλάττουσαν τοῦ μεμυθευμένου

p.144
παρὰ τοῖς ἀρχαίοις ποιηταῖς Πρωτέως, ὃς ἅπασαν ἰδέαν μορφῆς ἀμογητὶ μετελάμβανεν, εἴτε θεὸς ἢ δαίμων τις ἐκεῖνος ἄρα ἦν παρακρουόμενος ὄψεις τὰς ἀνθρωπίνας εἴτε διαλέκτου ποικίλον τι χρῆμα ἐν ἀνδρὶ σοφῷ, πάσης ἀπατηλὸν ἀκοῆς, ὃ μᾶλλον ἄν τις εἰκάσειεν, ἐπειδὴ ταπεινὰς καὶ ἀσχήμονας ὄψεις οὔτε θεοῖς οὔτε δαίμοσι προσάπτειν ὅσιον. ἐγὼ μὲν δὴ τοιαύτην τινὰ δόξαν ὑπὲρ τῆς Δημοσθένους λέξεως ἔχω καὶ τὸν χαρακτῆρα τοῦτον ἀποδίδωμι αὐτῷ τὸν ἐξ ἁπάσης μικτὸν ἰδέας.

εἰ δὲ τὰ προσήκοντα ἔγνωκα, πάρεστι τῷ βουλομένῳ σκοπεῖν ἐπʼ αὐτῶν ποιουμένῳ τῶν παραδειγμάτων τὴν ἐξέτασιν. ἃ μὲν οὖν παρὰ τὸν Θουκυδίδου χαρακτῆρα κατεσκεύασται τῷ ῥήτορι, τοιάδε τινά ἐστιν· πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων γινομένων ὀλίγου δεῖν καθʼ ἑκάστην ἐκκλησίαν περὶ ὧν Φίλιππος, ἀφʼ οὗ τὴν εἰρήνην ἐποιήσατο, οὐ μόνον ὑμᾶς ἀλλὰ καὶ τοὺς ἄλλους Ἕλληνας ἀδικεῖ, καὶ πάντων εὖ οἶδʼ ὅτι φησάντων γʼ ἄν, εἰ καὶ μὴ ποιοῦσι τοῦτο, καὶ λέγειν δεῖν καὶ πράττειν, ὅπως ἐκεῖνος παύσεται τῆς ὕβρεως καὶ δίκην δώσει, εἰς τοῦτο ὑπηγμένα πάντα τὰ πράγματα καὶ προειμένα ὁρῶ, ὥστε δέδοικα, μὴ βλάσφημον μὲν εἰπεῖν

p.145
ἀληθὲς δὲ ᾖ· εἰ καὶ λέγειν ἅπαντες ἐβούλοντο οἱ παριόντες καὶ χειροτονεῖν ὑμεῖς, ἐξ ὧν ὡς φαυλότατα τὰ πράγματα ἤμελλεν ἕξειν, οὐκ ἂν ἡγοῦμαι δύνασθαι χεῖρον ἢ νῦν διατεθῆναι. κατὰ τί δὴ ταύτην ἡγοῦμαι τὴν λέξιν ἐοικέναι τῇ Θουκυδίδου; καθʼ ὃ κἀκείνην πείθομαι μάλιστα διαφέρειν τῶν ἄλλων. τουτὶ δʼ ἔστι τὸ μὴ κατʼ εὐθεῖαν ἑρμηνείαν ἐξενηνέχθαι τὰ νοήματα μηδʼ, ὡς ἔστι τοῖς ἄλλοις σύνηθες λέγειν, ἁπλῶς καὶ ἀφελῶς, ἀλλὰ ἐξηλλάχθαι καὶ ἀπεστράφθαι τὴν διάλεκτον ἐκ τῶν ἐν ἔθει καὶ κατὰ φύσιν εἰς τὰ μὴ συνήθη τοῖς πολλοῖς μηδʼ ὡς ἡ φύσις ἀπαιτεῖ. ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. ἁπλῶς ἂν ὁ λόγος ἦν καὶ κατʼ εὐθεῖαν ἑρμηνείαν ἐκφερόμενος, εἴ τις οὕτως κατεσκεύασεν αὐτόν· πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων γιγνομένων καθʼ ἑκάστην σχεδὸν ἐκκλησίαν, περὶ ὧν ἀδικεῖ Φίλιππος ὑμᾶς τε καὶ τοὺς ἄλλους Ἕλληνας, ἀφʼ οὗ τὴν εἰρήνην ἐποιήσατο. νυνὶ δὲ τό τε ὀλίγου δεῖν παραληφθὲν ἀντὶ τοῦ σχεδὸν καὶ τὸ ἀδικεῖ Φίλιππος διαιρεθὲν καὶ διὰ μακροῦ τὴν ἀκολουθίαν κομισάμενον καὶ τὸ οὐ μόνον ὑμᾶς ἀλλὰ καὶ τοὺς ἄλλους Ἕλληνας, δυναμένου καὶ χωρὶς ἀποφάσεως διὰ τῆς συμπλοκῆς μόνης τὸ πρᾶγμα δηλῶσαι, τοῦ συνήθους ἐξηλλαγμένην καὶ περίεργον πεποίηκε τὴν λέξιν. ὁμοίως δὲ καὶ τὸ ἐπιλεγόμενον τούτῳ, εἰ μὲν ἁπλῶς καὶ ἀπεριέργως ἔδει ῥηθῆναι, τοῦτον ἂν δή που
p.146
τὸν τρόπον ἀπήγγελτο· καὶ πάντων λεγόντων, καὶ εἴ τινες τοῦτο μὴ ποιοῦσιν, ὅτι δεῖ καὶ λέγειν καὶ πράττειν ταῦτα, ἐξ ὧν ἐκεῖνος παύσεται τῆς ὕβρεως καὶ δίκην δώσει. οὕτω δὲ ἐξενεχθέν· καὶ πάντων εὖ οἶδʼ ὅτι φησάντων γʼ ἄν οὐ σῴζει τὴν εὐθεῖαν τῆς λέξεως ὁδόν. τό τε γὰρ οἶδʼ ὅτι χώραν οὐκ ἀναγκαίαν εἶχε, καὶ τὸ φησάντων γʼ ἂν ἀντὶ τοῦ φασκόντων παρειλημμένον οὐ τὴν ἀφελῆ διάλεκτον ἀλλὰ τὴν ἐξηλλαγμένην καὶ περίεργον ἐμφαίνει. ὅμοια δὲ τούτοις ἐστὶ κἀκεῖνα· εἶτʼ οἴεσθε, οἳ μὲν οὐδὲν ἂν αὐτὸν ἠδυνήθησαν ποιῆσαι κακόν, αὐτοὶ δὲ μὴ παθεῖν ἐφυλάξαντο ἂν ἴσως, τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι μᾶλλον ἢ προλέγοντα βιάζεσθαι; ἐνταυθοῖ γὰρ οὐθὲν ἂν εἶχε περίεργον ἡ λέξις οὐδὲ σκολιόν, εἰ τοῦτον ἐξήνεγκε τὸν τρόπον· εἶτʼ οἴεσθε αὐτόν, οὓς μὲν ἑώρα μηδὲν δυναμένους αὐτὸν διαθεῖναι κάκιον, φυλαξαμένους δὲ ἂν ἴσως μὴ παθεῖν, τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι μᾶλλον ἢ προλέγοντα βιάζεσθαι; ἐναλλαγείσης δὲ τῆς πτώσεως καὶ τῶν συνδέσμων πολλῶν εἰς βραχὺ συναχθέντων, οἶμαι, περίεργός τε καὶ ἀσυνήθης καὶ ἐξηλλαγμένη γέγονεν ἡ διάλεκτος. ἔτι κἀκεῖνα τῆς αὐτῆς ἐστιν ἰδέας· νῦν δὲ τοῦτο μὲν οὐκ
p.147
ἐποίησεν, ἐν ᾇ τὸν δῆμον ἐτίμησεν ἄν, οὐδʼ ἐνεανιεύσατο τοιοῦτον οὐδέν. ἐμοὶ δέ, ὅς, εἴτε τις, ὦ ἄνδρες Ἀθηναῖοι, βούλεται νομίσαι μανίαν (μανία γὰρ ἴσως ἐστὶν ὑπὲρ δύναμίν τι ποιεῖν), εἴτε καὶ φιλοτιμίαν, χορηγὸς ὑπέστην, οὕτω φανερῶς καὶ μιαρῶς ἐπηρεάζων παρηκολούθησεν, ὥστε μηδὲ τῶν ἱερῶν ἱματίων μηδὲ τοῦ χοροῦ μηδὲ τοῦ σώματος τὼ χεῖρε τελευτῶν ἀποσχέσθαι μου. τί δὴ πάλιν ἐστὶν ἐν τούτοις τὸ συνταράττον τὴν κατὰ φύσιν ἀπαγγελίαν; πρῶτον μὲν τό, πρὶν ἀπαρτίσαι τὸ ἡγούμενον εἴτε νόημα χρὴ λέγειν εἴτε κῶλον, ἕτερον παρεμβαλεῖν καὶ μηδὲ τοῦ δευτέρου τέλος ἔχοντος τὸ τρίτον ἐπιζεῦξαι, εἶτα τὴν τοῦ δευτέρου νοήματος ἀκολουθίαν ἐπὶ τῷ τρίτῳ τέλος εἰληφότι θεῖναι, κἄπειτα ἐπὶ πᾶσιν, ὃ τοῦ πρώτου μέρος ἦν, διὰ μακροῦ καὶ οὐκέτι τῆς διανοίας αὐτὸ προσδεχομένης ἀποδοῦναι. Ἐμοὶ δὲ ὃς — οὔπω τοῦτο τέλος ἔχει — εἴτε τις, ὦ ἄνδρες Ἀθηναῖοι, βούλεται νομίσαι μανίαν — ἕτερον τοῦτο κεχωρισμένον τοῦ προτέρου ἀτελὲς καὶ αὐτό — μανία γὰρ ἴσως ἐστὶν ὑπὲρ δύναμίν τι ποιεῖν — οὐδετέρου τοῦτο πάλιν τῶν προειρημένων μέρος ἀλλʼ αὐτὸ καθʼ αὑτό· κεφαλαιώδης γάρ τίς ἐστιν ἀπόφασις — ἢ φιλοτιμίαν — τοῦτο
p.148
δὲ τοῦ δευτέρου μέρος ἦν τοῦ εἴτε τις βούλεται νομίσαι μανίαν. τὸ δʼ ἐπὶ τούτοις λεγόμενον ἅπασι τὸ χορηγὸς ὑπέστην τοῦ πρώτου μέρος ἦν τοῦ ἐμοὶ δέ, ὅς. μυρία τοιαῦτά ἐστι παρὰ Δημοσθένει καὶ μάλιστα ἐν τοῖς κατὰ Φιλίππου λόγοις, μᾶλλον δὲ --- μὴ οὕτως ἔχοντα πλὴν ἑνὸς λόγου τοῦ περὶ Ἁλοννήσου, πολλὰ δὲ καὶ ἐν τοῖς δικανικοῖς ἀγῶσι τοῖς γε οὖν δημοσίοις. καὶ σχεδὸν ἔν τε τούτοις καὶ ταῖς δημηγορίαις, ᾧπερ ἔφην, ἂν διαγνοίης σημείῳ προχειροτάτῳ τὸν Δημοσθένους χαρακτῆρα. τῷ δὲ ἧττον ἢ μᾶλλον αὐτοῖς κεχρῆσθαι τὸν ἄνδρα πρὸς τὰς φύσεις ἀποβλέποντα τῶν ὑποθέσεων καὶ τὰς ἀξιώσεις τῶν προσώπων πλανηθήσεταί τις· ὅπερ ἴσως οὐκ ἄλογον.

φέρε δὴ καὶ τίνι διαλλάττει τῆς Θουκυδίδου λέξεως ἡ Δημοσθένους ἡ παρὰ τὸν αὐτὸν κατεσκευασμένη χαρακτῆρα, εἴπωμεν· ἀπαιτεῖ γὰρ ὁ λόγος. οὐχὶ τῷ ποιῷ μὰ Δία· τοῦτο μὲν γὰρ ὁμοίως ἐπιτηδεύουσιν ἀμφότεροι, λέγω δὲ τὸ ἐξαλλάττειν ἐκ τοῦ συνήθους καὶ μὴ τὸ κοινὸν ἀλλὰ τὸ περιττὸν διώκειν· τῷ δὲ ποσῷ καὶ ἔτι μᾶλλον τοῖς καιροῖς. ὃ μὲν γὰρ ἀταμιεύτως τῇ κατασκευῇ κέχρηται καὶ ἄγεται μᾶλλον ὑπʼ αὐτῆς ἢ αὐτὸς ἄγει καὶ οὐδὲ τὸν καιρὸν αὐτῆς ἐπίσταται λαβεῖν δεξιῶς, ἀλλὰ καὶ παρὰ τοῦτον πολλάκις

p.149
ἁμαρτάνει. καθʼ ὃ ἡ μὲν ἀμετρία τῆς ἐξαλλαγῆς ἀσαφῆ ποιεῖ τὴν λέξιν αὐτοῦ, τὸ δὲ μὴ κρατεῖν τῶν καιρῶν ἀηδῆ. ὁ δὲ ῥήτωρ τοῦ τε ἀρκοῦντος στοχάζεται καὶ τοὺς καιροὺς συμμετρεῖται οὐκ εἰς ἀνάθημα καὶ κτῆμα κατασκευάζων τὴν λέξιν μόνον ὥσπερ ὁ συγγραφεύς, ἀλλὰ καὶ εἰς χρῆσιν. ὥστε οὔτε τὸ σαφὲς ἐκβέβηκεν, οὗ πρώτου τοῖς ἐναγωνίοις λόγοις δεῖ, τό τε δεινὸς εἶναι δοκεῖν, ἐφʼ ᾧ μάλιστα φαίνεται σπουδάζων, προσείληφε. τοιαῦτα μὲν δή τινά ἐστιν, ἃ παρὰ τὸν ὑψηλὸν καὶ ἐγκατάσκευον καὶ ἐξηλλαγμένον τοῦ συνήθους χαρακτῆρα, οὗ τὸ κράτος ἅπαν ἦν ἐν τῇ δεινότητι, καὶ Θουκυδίδην τὸν ἐν αὐτῷ πρωτεύσαντα μιμούμενος ὁ Δημοσθένης κατεσκεύακεν.

ἃ δὲ παρὰ τὸν ἰσχνόν τε καὶ ἀκριβῆ καὶ καθαρὸν καὶ ζηλωτὸν --- ὃς ἀπὸ τοῦ διαλάμψαντος ἐν αὐτῷ Λυσιακὸς δἂν εἰκότως λέγοιτο, τοιαῦτα. κωλύσει δʼ οὐθέν, ἴσως δὲ καὶ χαριεστέραν ποιήσει τὴν θεωρίαν τεθεῖσα πρῶτον ἡ Λυσίου λέξις, ᾗ τὴν Δημοσθένους ἐοικέναι πείθομαι, διήγησίν τινα περιέχουσα ὑβριστικήν· Ἄρχιππος γὰρ οὑτοσί, ὦ ἄνδρες Ἀθηναῖοι,

p.150
ἀπεδύσατο μὲν εἰς τὴν αὐτὴν παλαίστραν, οὗπερ καὶ Τῖσις ὁ φεύγων τὴν δίκην. ὀργῆς δὲ γενομένης ἐς σκώμματά τε αὑτοῖς καὶ ἀντιλογίαν καὶ ἔχθραν καὶ λοιδορίαν κατέστησαν. ἔστιν οὖν Πυθέας ἐραστὴς μὲν τοῦ μειρακίου (πάντα γὰρ εἰρήσεται τἀληθῆ πρὸς ὑμᾶς), ἐπίτροπος δὲ ὑπὸ τοῦ πατρὸς καταλελειμμένος. οὗτος, ἐπειδὴ Τῖσις πρὸς αὐτὸν τὴν ἐν τῇ παλαίστρᾳ λοιδορίαν διηγήσατο, βουλόμενος χαρίζεσθαι καὶ δοκεῖν δεινὸς καὶ ἐπίβουλος εἶναι, ἐκέλευσεν αὐτόν, ὡς ἡμεῖς ἔκ τε τῶν πεπραγμένων ᾐσθήμεθα καὶ τῶν εὖ εἰδότων ἐπυθόμεθα, ἐν μὲν τῷ παρόντι διαλλαγῆναι, σκοπεῖν δέ, ὅπως αὐτὸν μόνον που λήψεται. πεισθεὶς δὲ ταῦτα καὶ διαλλαγεὶς καὶ χρώμενος καὶ προσποιούμενος ἐπιτήδειος εἶναι εἰς τοῦτο μανίας τηλικοῦτος ὢν ἀφίστατο, --- τʼ ἐτύγχανε μὲν οὖσα ἱπποδρομία Ἀνακείων --- δʼ αὐτὸν μετʼ ἐμοῦ παρὰ τὴν θύραν παριόντα· γείτονες γὰρ ἀλλήλων τυγχάνουσιν ὄντες· τὸ μὲν πρῶτον συνδειπνεῖν ἐκέλευεν, ἐπειδὴ δὲ οὐκ ἠθέλησεν --- ἐπὶ
p.151
κῶμον, λέγων ὅτι μεθʼ αὑτοῦ καὶ τὸ --- δειπνήσαντες οὖν ἤδη συσκοτάζοντος ἐλθόντες κόπτομεν τὴν θύραν. οἳ δʼ ἡμᾶς ἐκέλευον εἰσιέναι. ἐπειδὴ δὲ ἔνδον ἐγενόμεθα, ἐμὲ μὲν ἐκβάλλουσιν ἐκ τῆς οἰκίας, τουτονὶ δὲ συναρπάσαντες ἔδησαν πρὸς τὸν κίονα, καὶ λαβὼν μάστιγα Τῖσις, ἐντείνας πολλὰς πληγάς, εἰς οἴκημα αὐτὸν καθεῖρξε. καὶ οὐκ ἐξήρκεσεν αὐτῷ ταῦτα μόνον ἐξαμαρτεῖν, ἀλλʼ ἐζηλωκὼς μὲν τῶν νέων τοὺς πονηροτάτους ἐν τῇ πόλει, νεωστὶ δὲ τὰ πατρῷα παρειληφὼς καὶ προσποιούμενος νέος καὶ πλούσιος εἶναι, πάλιν τοὺς οἰκέτας ἐκέλευσεν ἡμέρας ἤδη γενομένης πρὸς τὸν κίονα αὐτὸν δήσαντας μαστιγοῦν. οὕτω δὲ τοῦ σώματος ἤδη πονήρως διακειμένου Ἀντίμαχον μεταπεμψάμενος τῶν μὲν γεγενημένων οὐθὲν εἶπεν. ἔλεγε δʼ ὡς αὐτὸς μὲν δειπνῶν τύχοι, οὗτος δὲ μεθύων ἔλθοι, ἐκκόψας δὲ τὴν θύραν καὶ εἰσελθὼν κακῶς λέγοι αὐτὸν καὶ τὸν Ἀντίμαχον καὶ τὰς γυναῖκας αὐτῶν. Ἀντίμαχος δὲ ὠργίζετο μὲν αὐτοῖς ὡς μεγάλα ἡμαρτηκόσιν, ὅμως δὲ μάρτυρας παρακαλέσας ἠρώτα αὐτόν, πῶς εἰσέλθοι. ὃ δὲ κελεύσαντος Τίσιδος καὶ τῶν οἰκείων ἔφασκε. συμβουλευόντων δὲ τῶν εἰσελθόντων ὡς τάχιστα λῦσαι καὶ τὰ γεγενημένα δεινὰ νομιζόντων εἶναι ἀπέδοσαν αὐτὸν τοῖς ἀδελφοῖς. οὐ δυναμένου δὲ βαδίζειν, ἐκόμισαν
p.152
αὐτὸν εἰς τὸ Δεῖγμα ἐν κλίνῃ καὶ ἐπέδειξαν πολλοῖς μὲν Ἀθηναίων πολλοῖς δὲ καὶ τῶν ἄλλων ξένων οὕτως διακείμενον, ὥστε τοὺς ἰδόντας μὴ μόνον τοῖς ποιήσασιν ὀργίζεσθαι ἀλλὰ καὶ τῆς πόλεως κατηγορεῖν, ὅτι οὐ δημοσίᾳ οὐδὲ παραχρῆμα τοὺς τὰ τοιαῦτα ἐξαμαρτάνοντας τιμωρεῖται.

αὕτη μὲν ἡ Λυσίου διήγησις ἐκ τοῦ κατὰ Τίσιδος λόγου. ἣν δὲ νῦν μέλλω λέγειν, Δημοσθένους ἐκ τοῦ κατὰ Κόνωνος, ἧς τὴν πραγματικὴν ὁμοιότητα ἐάσαντες --- τὴν ἐν τῇ λέξει σκοπῶμεν· ἐξήλθομεν ἔτος τουτὶ τρίτον εἰς Πάνακτον φρουρᾶς ἡμῖν προγραφείσης. ἐσκήνωσαν οὖν οἱ υἱεῖς οἱ Κόνωνος τουτουὶ ἐγγὺς ἡμῶν, ὡς οὐκ ἂν ἐβουλόμην. ἡ γὰρ ἐξ ἀρχῆς ἔχθρα καὶ τὰ προσκρούματα ἐκεῖθεν ἡμῖν συνέβη· ἑξῆς δὲ ἀκούσεσθε. ἔπινον ἑκάστοτε οὗτοι τὴν ἡμέραν ὅλην, ἐπειδὴ τάχιστα ἀριστήσειαν, καὶ τοῦθʼ, ἕωσπερ ἦμεν ἐν τῇ φρουρᾷ, διετέλουν ποιοῦντες· ἡμεῖς δʼ, ὥσπερ ἐνθάδε εἰώθειμεν, οὕτω διήγομεν καὶ ἔξω. καὶ ἣν δειπνοποιεῖσθαι

p.153
τοῖς ἄλλοις ὥραν συμβαίνοι, ταύτην ἂν οὗτοι ἐπαρῴνουν ἤδη, τὰ μὲν πολλὰ εἰς τοὺς παῖδας τοὺς ἀκολούθους ἡμῶν, τελευτῶντες δὲ καὶ εἰς ἡμᾶς αὐτούς. φήσαντες γὰρ καπνίζειν αὐτοὺς ὀψοποιουμένους τοὺς παῖδας ἢ κακῶς λέγειν, ὅ τι τύχοιεν, ἔτυπτον καὶ τὰς ἀμίδας κατεσκεδάννυσαν καὶ προσεούρουν καὶ ἀσελγείας καὶ ὕβρεως οὐδʼ ὁτιοῦν ἀπέλειπον. ὁρῶντες δὲ ἡμεῖς ταῦτα καὶ λυπούμενοι τὸ μὲν πρῶτον ἀπεπεμψάμεθα· ὡς δʼ ἐχλεύαζον ἡμᾶς καὶ οὐκ ἐπαύοντο, τῷ στρατηγῷ τὸ πρᾶγμα εἴπομεν κοινῇ πάντες οἱ σύσσιτοι προσελθόντες, οὐδὲν ἐγὼ τῶν ἄλλων ἔξω. λοιδορηθέντος δὲ αὐτοῖς ἐκείνου καὶ κακίσαντος αὐτούς, οὐ μόνον περὶ ὧν εἰς ἡμᾶς ἠσέλγαινον ἀλλὰ καὶ περὶ ὧν ἐποίουν ὅλως ἐν τῷ στρατοπέδῳ, τοσούτου ἐδέησαν παύσασθαι ἢ αἰσχυνθῆναι, ὥστε, ἐπειδὴ θᾶττον συνεσκότασεν, εὐθὺς ὡς ἡμᾶς εἰσεπήδησαν ταύτῃ τῇ ἑσπέρᾳ. καὶ τὸ μὲν πρῶτον κακῶς ἔλεγον, ἔπειτα δὲ καὶ πληγὰς ἐνέτειναν ἐμοὶ καὶ τοσαύτην κραυγὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν, ὥστε καὶ τὸν στρατηγὸν καὶ τοὺς ταξιάρχους ἐλθεῖν καὶ τῶν ἄλλων τινὰς στρατιωτῶν, οἳ διεκώλυσαν μηδὲν ἡμᾶς ἀνήκεστον παθεῖν μηδʼ αὐτοὺς ποιῆσαι παροινουμένους ὑπὸ τούτων. τοῦ δὲ πράγματος εἰς τοῦτο παρελθόντος, ὡς δεῦρο ἀνήλθομεν, ἦν ἡμῖν, οἷον εἰκός, ἐκ τούτων ὀργὴ καὶ
p.154
ἔχθρα πρὸς ἀλλήλους. οὐ μὴν ἔγωγε ᾤμην δεῖν οὔτε δίκην λαχεῖν αὐτοῖς οὔτε λόγον ποιεῖσθαι τῶν συμβάντων. ἀλλʼ ἐκεῖνʼ ἁπλῶς ἐγνώκειν τὸ λοιπὸν εὐλαβεῖσθαι καὶ φυλάττεσθαι μὴ πλησιάζειν ὡς τοὺς τοιούτους. πρῶτον μὲν οὖν, ὧν εἴρηκα, τούτων βούλομαι τὰς μαρτυρίας παρασχόμενος μετὰ ταῦτα, ὅσα ὑπὸ τούτου πέπονθα, ἐπιδεῖξαι, ἵνα εἰδῆτε, ὅτι ᾧ προσῆκε τοῖς τὸ πρῶτον ἁμαρτηθεῖσιν ἐπιτιμᾶν, οὗτος αὐτὸς πρὸς τούτοις πολλῷ δεινότερα διαπέπρακται. — Μάρτυρες. — ὧν μὲν τοίνυν οὐθένα ᾤμην δεῖν λόγον ποιεῖσθαι, ταῦτά ἐστι. χρόνῳ δʼ ὕστερον οὐ πολλῷ περιπατοῦντος ὥσπερ εἰώθειν ἑσπέρας ἐν ἀγορᾷ μου μετὰ Φανοστράτου τοῦ Κηφισέως τῶν ἡλικιωτῶν τινος παρέρχεται Κτησίας, ὁ υἱὸς ὁ τούτου μεθύων κατὰ τὸ Λεωκόριον ἐγγὺς ἰὼν Πυθοδώρου. κατιδὼν δὲ ἡμᾶς καὶ κραυγάσας καὶ διαλεχθείς τι πρὸς αὑτὸν οὕτως, ὡς ἂν μεθύων, ὥστε μὴ μαθεῖν, ὅ τι λέγει, παρῆλθε πρὸς Μελίην ἄνω. ἔπινον δʼ ἄρα ἐνταῦθα παρὰ Παμφίλῳ τῷ γναφεῖ Κόνων οὑτοσὶ Θεόδωρός τις Ἀλκιβιάδης Σπίνθαρος ὁ Εὐβούλου Θεογένης ὁ Ἀνδρομένους πολλοί τινες, οὓς ἐξαναστήσας ὁ Κτησίας
p.155
ἐπορεύετο εἰς τὴν ἀγοράν. καὶ ἡμῖν συμβαίνει ἀναστρέφουσιν ἐκ τοῦ Φερρεφαττίου καὶ περιπατοῦσι πάλιν κατʼ αὐτό πως τὸ Λεωκόριον εἶναι, καὶ τούτοις περιτυγχάνομεν. ὡς δʼ ἀνεμίχθημεν, εἷς μὲν αὐτῶν ἀγνώς τις τῷ Φανοστράτῳ προσπίπτει καὶ κατεῖχεν ἐκεῖνον. Κόνων δὲ οὑτοσὶ καὶ ὁ υἱὸς αὐτοῦ καὶ ὁ Ἀνδρομένους υἱὸς ἐμοὶ περιπεσόντες τὸ μὲν πρῶτον ἐξέδυον, εἶτα ὑποσκελίσαντες καὶ ῥάξαντες εἰς τὸν βόρβορον οὕτω διέθηκαν ἐναλλόμενοι καὶ ὑβρίζοντες, ὥστε τὸ μὲν χεῖλος διακόψαι τοὺς δʼ ὀφθαλμοὺς συγκλεῖσαι. οὕτω δὲ κακῶς ἔχοντα κατέλιπον, ὥστε μήτε ἀναστῆναι μήτε φθέγξασθαι δύνασθαι. κείμενος δʼ αὐτῶν ἤκουον πολλὰ καὶ δεινὰ λεγόντων. καὶ τὰ μὲν ἄλλα βλασφημίας ἔχει τινάς, ἃς κἂν ὀνομάζειν ὀκνήσαιμι, ὃ δὲ τῆς ὕβρεώς ἐστι τῆς τούτου σημεῖον καὶ τεκμήριον, ὡς πᾶν τὸ πρᾶγμα ὑπὸ τούτου γενόμενον, τοῦθʼ ὑμῖν ἐρῶ· ᾖδεν γὰρ τοὺς ἀλεκτρυόνας μιμούμενος τοὺς νενικηκότας, οἳ δὲ κροτεῖν αὐτὸν ἠξίουν τοῖς ἀγκῶσιν ἀντὶ πτερύγων τὰς πλευράς.

ταῦτʼ οὐ καθαρὰ καὶ ἀκριβῆ καὶ σαφῆ καὶ διὰ

p.156
τῶν κυρίων τε καὶ κοινῶν ὀνομάτων κατεσκευασμένα ὥσπερ τὰ Λυσίου; ἐμοὶ μὲν γὰρ ὑπάρχειν δοκεῖ. τί δέ; οὐχὶ σύντομα καὶ στρογγύλα καὶ ἀληθείας μεστὰ καὶ τὴν ἀφελῆ καὶ ἀκατάσκευον ἐπιφαίνοντα φύσιν, καθάπερ ἐκεῖνα; πάντων μὲν οὖν μάλιστα. οὐχὶ δὲ καὶ πιθανὰ καὶ ἐν ἤθει λεγόμενά τινι καὶ τὸ πρέπον τοῖς ὑποκειμένοις προσώποις τε καὶ πράγμασι φυλάττοντα; ἡδονῆς δὲ ἄρα καὶ πειθοῦς καὶ χαρίτων καιροῦ τε καὶ τῆς ἄλλης ἁπάσης τῆς τοῖς Λυσιακοῖς ἐπανθούσης ἀρετῆς οὐχὶ πολλὴ μοῖρα; οὐκ ἔνεστʼ ἄλλως εἰπεῖν. εἰ γοῦν μὴ διὰ τῆς ἐπιγραφῆς, οὗ τινός ἐστιν, ἑκάτερος τῶν λόγων γνώριμος ἦν, ἀλλʼ ἀνεπιγράφοις περιετύχομεν αὐτοῖς, οὐ πολλοὺς ἂν ἡμῶν οἴομαι διαγνῶναι ῥᾳδίως, πότερος Δημοσθένους ἐστὶν ἢ Λυσίου· τοσαύτην σαύτην οἱ χαρακτῆρες ὁμοιότητα πρὸς ἀλλήλους ἔχουσι. τοιοῦτός ἐστι καὶ ὁ πρὸς Ἀπολλόδωρον ὑπὲρ Φορμίωνος καὶ ὁ κατʼ Ὀλυμπιοδώρου τῆς βλάβης καὶ ὁ πρὸς Βοιωτὸν ὑπὲρ τοῦ ὀνόματος ἥ τε πρὸς Εὐβουλίδην ἔφεσις καὶ ἡ πρὸς Μακάρτατον διαδικασία καὶ οἱ ἄλλοι πάντες οἱ ἰδιωτικοὶ λόγοι οὐ πολλῷ πλείους τῶν εἴκοσιν ὄντες. οἷς γε δὴ κατὰ τὸ παρὸν ἐντετυχηκὼς γνώσῃ, ὁποῖα λέγω. καὶ τῶν δημοσίων δὲ ἀγώνων πολλὰ μέρη τούτῳ κατεσκεύασται τῷ χαρακτῆρι. ἔφερον δʼ ἂν ἐξ ἑκάστου τὰ παραδείγματα, εἰ μὴ πλείων
p.157
ἔμελλε τοῦ μετρίου γενήσεσθαι ὁ λόγος. ἐν οἷς δῆλός ἐστι περὶ καλλιλογίαν καὶ σεμνότητα καὶ πάσας τὰς ἐπιθέτους κατασκευὰς οὐ μᾶλλον ἐσπουδακὼς ἢ περὶ τὴν ἀκρίβειαν. ὁ δὲ πρὸς τὴν ἐπιστολὴν καὶ τοὺς πρέσβεις τοὺς παρὰ Φιλίππου ῥηθεὶς λόγος, ὃν ἐπιγράφει Καλλίμαχος ὑπὲρ Ἁλοννήσου, ὁ τὴν ἀρχὴν τήνδε ἔχων· ὦ ἄνδρες Ἀθηναῖοι, οὐκ ἔστιν, ὅπως αἱ αἰτίαι, ἃς Φίλιππος αἰτιᾶται ὅλος ἐστὶν ἀκριβὴς καὶ λεπτὸς καὶ τὸν Λυσιακὸν χαρακτῆρα ἐκμέμακται εἰς ὄνυχα, ἐξαλλαγῆς δὲ ἢ σεμνολογίας ἢ δεινότητος ἢ τῶν ἄλλων τινός, ἃ τῇ Δημοσθένους δυνάμει παρακολουθεῖν πέφυκεν, ὀλίγην ἐπίδειξιν ἔχει. τίς οὖν ἐστι κἀν τούτοις ἡ διαφορά; καὶ πῶς ἂν διαγνοίη τις, ὅταν εἰς τὸν ἀναγκαῖον καταβῇ χαρακτῆρα ὁ Δημοσθένης, πῇ κρείττων ἐστὶ Λυσίου καὶ κατὰ τὴν λέξιν; ἀξιοῖς γὰρ δὴ καὶ τοῦτο μαθεῖν. φυσική τις ἐπιτρέχει τοῖς Λυσίου λόγοις εὐστομία καὶ χάρις, ὥσπερ ἔφην καὶ πρότερον, ᾗ προὔχει πλὴν Δημοσθένους τῶν ἄλλων ῥητόρων. αὕτη μέντοι, καθάπερ νότιός τις αὖρα, μέχρι προοιμίου καὶ διηγήσεως αὐτὸν ἄγει, ὅταν δʼ εἰς τοὺς ἀποδεικτικοὺς ἔλθῃ λόγους, ἀμυδρά τις γίνεται καὶ ἀσθενής, ἐν δὲ δὴ τοῖς παθητικοῖς εἰς τέλος ἀποσβέννυται· τόνος γὰρ οὐ πολὺς αὐτῇ πρόσεστιν οὐδʼ ἰσχύς.
p.158
παρὰ δὲ τῷ Δημοσθένει πολὺς μὲν ὁ τόνος, αὐτάρκης δʼ ἡ χάρις, ὥστε κἀν ταύτῃ τῷ διαρκεῖ καὶ μετρίῳ νικᾶν κἀν ἐκείνῳ τῷ παντὶ προέχειν. τοῦτο παρατήρημα δεύτερον, ᾧ διαγνοίη τις ἂν τὴν Δημοσθένους διάλεκτον, ὅταν εἰς ταῦτα τἀναγκαῖα συνάγηται. οὐ γὰρ ὥσπερ τὴν ἐξαλλαγὴν καὶ περιττολογίαν καὶ πάντας τοὺς ἐπιθέτους ἐκδύεται κόσμους, οὕτως καὶ τὸ μέγεθος καὶ τὸν τόνον, ἀλλʼ ἔστιν αὐτῆς ἀναφαίρετος οὗτος εἴτʼ ἄρα συγγενὴς εἴτε ἀσκήσει παρὼν εἰς ῥῆσιν. ἐπιτάσεις μέντοι καὶ ἀνέσεις λαμβάνει τινὰς ἀναλόγους. καὶ ταῦτʼ ἤδη γνώριμα οἷς λέγω, καὶ οὐθὲν δεόμεθα παραδειγμάτων.

ὥστε περὶ μὲν τοῦ χαρακτῆρος --- τοῦ δὲ ῥητορικοῦ γένους τοῦ μεταξὺ τῶν ἄκρων ἑκατέρων, ὃ ἀτελὲς παραλαβὼν ὁ Δημοσθένης παρʼ Ἰσοκράτους τε καὶ ἔτι προτέρου Θρασυμάχου καὶ τελευταίου Πλάτωνος ἐτελείωσεν ὅσον ἦν ἀνθρωπίνῃ φύσει δυνατόν, πολλὰ μὲν ἄν τις ἐκ τῶν κατὰ Φιλίππου δημηγοριῶν πολλὰ δʼ ἐκ τῶν ἄλλων δημοσίων λόγων παραδείγματα λάβοι, πλεῖστα δὲ καὶ κάλλιστα ἐκ τῆς ὑπὲρ Κτησιφῶντος ἀπολογίας· οὗτος γὰρ δή μοι δοκεῖ καλλίστῃ καὶ μετριωτάτῃ κατασκευῇ λέξεως κεχρῆσθαι ὁ

p.159
λόγος. εἰ μὲν οὖν χρόνον ἀρκοῦντα εἶχον, καὶ τὰς λέξεις αὐτὰς ἂν παρετίθην. πολλῶν δέ μοι καὶ ἀναγκαίων ἔτι καταλειπομένων, τοῦτο μὲν ἐάσω, δείγμασι δὲ μόνον ἐν τῷ παρόντι χρήσομαι βραχυτάτοις ὡς ἐν εἰδόσι λέγων. ἔστι δὴ τὰ τοιαῦτα τοῦ μέσου χαρακτῆρος παραδείγματα ἐκ μὲν τῆς Αἰσχίνου κατηγορίας· ἀεὶ μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, προσήκει μισεῖν καὶ κολάζειν τοὺς προδότας καὶ δωροδόκους, μάλιστα δὲ νῦν ἐπὶ τοῦ καιροῦ τούτου γένοιτʼ ἂν καὶ πάντας ὠφελήσειεν ἀνθρώπους κοινῇ. νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα καὶ χαλεπόν, ὃ πολλῆς τινος εὐτυχίας καὶ παρʼ ὑμῶν ἐπιμελείας δεόμενον καὶ τὰ ἑπόμενα τούτοις. ἐκ δὲ τῆς Ἀριστοκράτους κατηγορίας· πολλὰ μὲν δὴ παρʼ ἡμῖν ἐστι τοιαῦτα, οἷα οὐχ ἑτέρωθι, ἓν δʼ οὖν ἰδιώτατον πάντων καὶ σεμνότατον τὸ ἐν Ἀρείῳ πάγῳ δικαστήριον, περὶ οὗ τοσαῦτά ἐστι καλὰ παραδεδομένα καὶ μυθώδη καὶ ὧν αὐτοὶ μάρτυρες ἐσμέν, ὅσα περὶ οὐδενὸς ἄλλου δικαστηρίου καὶ τὰ ἑξῆς. ἐκ δὲ τοῦ περὶ τῶν ἀτελειῶν λόγου· πρῶτον μὲν τοίνυν Κόνωνα σκοπεῖτε, εἰ ἄρα ἄξιον καταμεμψαμένους ἢ τὸν ἄνδρα ἢ τὰ πεπραγμένα ἄκυρόν τι ποιῆσαι τῶν ἐκείνῳ δοθέντων. οὗτος γάρ, ὡς ὑμῶν τινῶν ἔστιν ἀκοῦσαι τῶν κατὰ τὴν
p.160
αὐτὴν ἡλικίαν ὄντων, μετὰ τὴν τοῦ δήμου κάθοδον τὴν ἐκ Πειραιέως ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης καὶ τὰ ἀκόλουθα. ἐκ δὲ τῆς ὑπὲρ Κτησιφῶντος ἀπολογίας· ἃ μὲν οὖν πρὸ τοῦ πολιτεύεσθαι καὶ δημηγορεῖν ἐμὲ προὔλαβε καὶ κατέσχε Φίλιππος, ἐάσω· οὐδὲν γὰρ ἡγοῦμαι τούτων εἶναι πρὸς ἐμέ· ἃ δὲ ἀφʼ ἧς ἡμέρας ἐπὶ ταῦτα ἐπέστην ἐγώ, διεκώλυον λαβεῖν, ταῦτα ἀναμνήσω καὶ περὶ τούτων ὑφέξω λόγον, τοσοῦτον ὑπειπών· πλεονέκτημα, ὦ ἄνδρες Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ. παρὰ γὰρ τοῖς Ἕλλησιν οὐ τισὶν ἀλλὰ πᾶσιν ὁμοίως φορὰ προδοτῶν καὶ δωροδόκων καὶ θεοῖς ἐχθρῶν ἀνθρώπων συνέβη, ὅσην οὐδεὶς τὸ πρότερον μέμνηται γεγονυῖαν καὶ τὰ συναπτόμενα τούτοις.

τοῦτον ἔγωγε τὸν χαρακτῆρα --- εἴ τις μὴ μάλιστα ἀποδέχοιτο τὴν αἰτίαν, διʼ ἣν οὔτε τὰ Θουκυδίδεια ἐκεῖνα περιττὰ καὶ ἐξηλλαγμένα τοῦ συνήθους κράτιστα ἡγοῦμαι οὔτʼ ἐν τοῖς Λυσιακοῖς τοῖς ἰσχνοῖς καὶ συνεσπασμένοις τὴν τελείαν τῆς λέξεως ἀρετὴν τίθεμαι, τοῦτʼ ἂν εἴποιμι πρὸς αὐτόν· οἱ συνιόντες εἰς τὰς ἐκκλησίας καὶ τὰ δικαστήρια καὶ τοὺς ἄλλους συλλόγους, ἔνθα πολιτικῶν δεῖ λόγων, οὔτε δεινοὶ καὶ περιττοὶ πάντες εἰσὶ καὶ τὸν Θουκυδίδου

p.161
νοῦν ἔχοντες οὔθʼ ἅπαντες ἰδιῶται καὶ κατασκευῆς λόγων γενναίων ἄπειροι, ἀλλʼ οἳ μὲν ἀπὸ γεωργίας οἳ δʼ ἀπὸ θαλαττουργίας οἳ δʼ ἀπὸ τῶν βαναύσων τεχνῶν συνερρυηκότες, οἷς ἁπλούστερον καὶ κοινότερον διαλεγόμενος μᾶλλον ἄν τις ἀρέσαι. τὸ γὰρ ἀκριβὲς καὶ περιττὸν καὶ ξένον καὶ πᾶν, ὅ τι μὴ σύνηθες αὐτοῖς ἀκούειν τε καὶ λέγειν, ὀχληρῶς διατίθησιν αὐτούς, καὶ ὥσπέρ τι τῶν πάνυ ἀνιαρῶν ἐδεσμάτων ἢ ποτῶν ἀποστρέφει τοὺς στομάχους, οὕτως ἐκεῖνα ὀχληρῶς διατίθησι τὰς ἀκοάς. οἳ δὲ πολιτικοί τε καὶ ἀπʼ ἀγορᾶς καὶ διὰ τῆς ἐγκυκλίου παιδείας ἐληλυθότες, οἷς οὐκ ἔνι τὸν αὐτὸν ὅνπερ ἐκείνοις διαλέγεσθαι τρόπον, ἀλλὰ δεῖ τὴν ἐγκατάσκευον καὶ περιττὴν καὶ ξένην διάλεκτον τούτοις προσφέρειν. εἰσὶ μὲν οὖν ἴσως ἐλάττους οἱ τοιοῦτοι τῶν ἑτέρων, μᾶλλον δὲ πολλοστὸν ἐκείνων μέρος, καὶ τοῦτο οὐθεὶς ἀγνοεῖ· οὐ μὴν καταφρονεῖσθαί γε διὰ ταῦτα ἄξιοι. ὁ μὲν οὖν τῶν ὀλίγων καὶ εὐπαιδεύτων στοχαζόμενος λόγος οὐκ ἔσται τῷ φαύλῳ καὶ ἀμαθεῖ πλήθει πιθανός, ὁ δὲ τοῖς πολλοῖς καὶ ἰδιώταις ἀρέσκειν ἀξιῶν καταφρονηθήσεται πρὸς τῶν χαριεστέρων, ὁ δʼ ἀμφότερα τἀκροατήρια πείθειν ζητῶν ἧττον ἀποτεύξεται τοῦ τέλους. ἔστι δὲ οὗτος ὁ μεμιγμένος ἐξ ἀμφοτέρων τῶν χαρακτήρων. διὰ ταῦτα ἐγὼ τὴν οὕτως κατεσκευασμένην λέξιν μετριωτάτην εἶναι τῶν ἄλλων νενόμικα καὶ τῶν λόγων
p.162
τούτους μάλιστα ἀποδέχομαι τοὺς πεφευγότας ἑκατέρου τῶν χαρακτήρων τὰς ὑπερβολάς.

εἰρηκὼς δὲ κατʼ ἀρχάς, ὅτι μοι δοκοῦσιν Ἰσοκράτης τε καὶ Πλάτων κράτιστα τῶν ἄλλων ἐπιτετηδευκέναι τοῦτο τὸ γένος τοῦ χαρακτῆρος καὶ προαγαγεῖν μὲν αὐτὸ ἐπὶ μήκιστον, οὐ μὴν καὶ τελειῶσαι, ὅσα δʼ ἐνέλιπεν ἐκείνων ἑκάτερος, ταῦτα Δημοσθένην ἐξειργασμένον ἐπιδείξειν ὑποσχόμενος, ἐπὶ τοῦτʼ ἤδη πορεύσομαι, τὰς ἄριστα δοκούσας ἔχειν παρʼ ἑκατέρῳ τῶν ἀνδρῶν λέξεις προχειρισάμενος καὶ ἀντιπαραθεὶς αὐταῖς τὰς Δημοσθένους, ὅσαι περὶ τὰς αὐτὰς συνετάχθησαν ὑποθέσεις, ἵνα μᾶλλον αἱ τῶν ἀνδρῶν προαιρέσεις τε καὶ δυνάμεις γένωνται καταφανεῖς τὴν ἀκριβεστάτην

βάσανον ἐπὶ τῶν ὁμοίων ἔργων λαβοῦσαι. εἰσαγέσθω δὲ πρῶτος Ἰσοκράτης, καὶ τούτου λαμβανέσθω λέξις ἐκ τοῦ περὶ τῆς εἰρήνης λόγου χαριέστατα δοκοῦσα ἔχειν, ἣν αὐτὸς ἐν τῷ περὶ τῆς ἀντιδόσεως λόγῳ προφέρεται μέγα ἐπʼ αὐτῇ φρονῶν, διʼ ἧς συγκρίνει τὴν ἐπὶ τῶν προγόνων πολιτείαν τῇ τότε καθεστώσῃ καὶ τὰς πράξεις τὰς παλαιὰς ἀντιπαρατίθησι ταῖς νέαις, τὰς μὲν ἀρχαίας ἐπαινῶν τὰς δʼ ἐν τῷ καθʼ ἑαυτὸν χρόνῳ μεμφόμενος, τῆς τε μεταβολῆς τῆς ἐπὶ τὰ χείρω τοὺς δημαγωγοὺς ἀποφαίνων αἰτίους ὡς οὐ τὰ κράτιστα εἰσηγουμένους ἀλλὰ τὰ πρὸς ἡδονὴν τῷ πλήθει δημηγοροῦντας. μακροτέρας δʼ οὔσης τῆς

p.163
συγκρίσεως αὐτὰ τὰ κυριώτατα ὑπʼ ἐμοῦ παρείληπται. ἔστι δὲ ταυτί· τίς γὰρ ἂν ἄλλοθεν ἐπελθὼν καὶ μὴ συνδιεφθαρμένος ἡμῖν ἀλλʼ ἐξαίφνης ἐπιστὰς τοῖς γιγνομένοις οὐκ ἂν μαίνεσθαι καὶ παραφρονεῖν ἡμᾶς νομίσειεν; οἳ φιλοτιμούμεθα μὲν ἐπὶ τοῖς τῶν προγόνων ἔργοις καὶ τὴν πόλιν ἐκ τῶν τότε πραχθέντων ἐγκωμιάζειν ἀξιοῦμεν, οὐδὲν δὲ τῶν αὐτῶν ἐκείνοις πράττομεν ἀλλὰ πᾶν τοὐναντίον. οἳ μὲν γὰρ ὑπὲρ τῶν Ἑλλήνων τοῖς βαρβάροις πολεμοῦντες διετέλεσαν, ἡμεῖς δὲ τοὺς ἐκ τῆς Ἀσίας τὸν βίον ποριζομένους ἐκεῖθεν ἀναστήσαντες ἐπὶ τοὺς Ἕλληνας ἠγάγομεν. κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὰς πόλεις τὰς Ἑλληνίδας καὶ βοηθοῦντες αὐταῖς τῆς ἡγεμονίας ἠξιώθησαν, ἡμεῖς δὲ καταδουλούμενοι καὶ τἀναντία τοῖς τότε πράττοντες ἀγανακτοῦμεν, εἰ μὴ τὴν αὐτὴν τιμὴν ἐκείνοις ἕξομεν. οἳ τοσοῦτον ἀπολελείμμεθα καὶ τοῖς ἔργοις καὶ ταῖς διανοίαις τῶν κατʼ ἐκεῖνον τὸν χρόνον γενομένων, ὅσον οἳ μὲν ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας τήν τε πατρίδα τὴν ἑαυτῶν ἐκλιπεῖν ἐτόλμησαν καὶ μαχόμενοι καὶ ναυμαχοῦντες τοὺς βαρβάρους ἐνίκησαν, ἡμεῖς δʼ οὐδʼ ὑπὲρ τῆς ἡμετέρας πλεονεξίας κινδυνεύειν ἀξιοῦμεν, ἀλλʼ ἄρχειν μὲν ἁπάντων ζητοῦμεν στρατεύειν δʼ οὐκ ἐθέλομεν, καὶ πόλεμον μὲν μικροῦ δεῖν πρὸς πάντας ἀνθρώπους ἀναιρούμεθα, πρὸς δὲ
p.164
τοῦτον οὐχ ἡμᾶς αὐτοὺς ἀσκοῦμεν ἀλλʼ ἀνθρώπους τοὺς μὲν ἀπόλιδας τοὺς δʼ αὐτομόλους τοὺς δʼ ἐκ τῶν ἄλλων κακουργιῶν συνερρυηκότας, οἷς ὁπόταν· τινὲς διδῶσι πλείω μισθόν, μετʼ ἐκείνων ἐφʼ ἡμᾶς ἀκολουθήσουσιν· ἀλλʼ ὅμως οὕτως αὐτοὺς ἀγαπῶμεν, ὥσθʼ ὑπὲρ μὲν τῶν παίδων τῶν ἡμετέρων, εἴπερ τινὲς ἐξαμαρτάνοιεν, οὐκ ἂν ἐθελήσαιμεν δίκας ὑποσχεῖν, ὑπὲρ δὲ τῆς ἐκείνων ἁρπαγῆς καὶ βίας καὶ παρανομίας μελλόντων τῶν ἐγκλημάτων ἐφʼ ἡμᾶς ἥκειν οὐχ ὅπως ἀγανακτοῦμεν ἀλλὰ καὶ χαίρομεν, ὅταν ἀκούσωμεν αὐτοὺς τοιοῦτόν τι διαπεπραγμένους. εἰς τοῦτο δὲ μωρίας ἐληλύθαμεν, ὥστʼ αὐτοὶ μὲν ἐνδεεῖς ἐσμεν τῶν καθʼ ἡμέραν, ξενοτροφεῖν δὲ ἐπικεχειρήκαμεν καὶ τοὺς συμμάχους τοὺς ἡμετέρους αὐτῶν ἰδίᾳ λυμαινόμεθα καὶ δασμολογοῦμεν, ἵνα τοῖς ἁπάντων κοινοῖς ἀνθρώπων ἐχθροῖς τὸν μισθὸν ἐκπορίζωμεν. τοσούτῳ δὲ καὶ χείρους ἐσμὲν τῶν προγόνων, οὐ μόνον τῶν εὐδοκιμησάντων ἀλλὰ καὶ τῶν μισηθέντων, ὅσον ἐκεῖνοι μὲν εἰ πολεμεῖν πρός τινας ψηφίσαιντο, μεστῆς οὔσης ἀργυρίου καὶ χρυσίου τῆς ἀκροπόλεως ὅμως ὑπὲρ τῶν δοξάντων τοῖς αὑτῶν σώμασιν ᾤοντο δεῖν κινδυνεύειν, ἡμεῖς δʼ εἰς τοσαύτην ἀπορίαν ἐληλυθότες καὶ τοσοῦτοι τὸ πλῆθος ὄντες, ὥσπερ βασιλεὺς ὁ μέγας μισθωτοῖς χρώμεθα τοῖς στρατοπέδοις. καὶ τότε μέν, εἰ τριήρεις ἐπληροῦμεν, τοὺς μὲν ξένους καὶ τοὺς
p.165
δούλους ναύτας ἐνεβιβάζομεν τοὺς δὲ πολίτας μεθʼ ὅπλων ἐξεπέμπομεν, νῦν δὲ τοῖς μὲν ξένοις ὁπλίταις χρώμεθα τοὺς δὲ πολίτας ἐλαύνειν ἀναγκάζομεν, ὥσθʼ, ὁπόταν ἀποβαίνωσιν εἰς τὴν τῶν πολεμίων, οἱ μὲν ἄρχειν τῶν Ἑλλήνων ἀξιοῦντες ὑπηρέσιον ἔχοντες ἐκβαίνουσιν, οἱ δὲ τοιοῦτοι τὰς φύσεις ὄντες, οἵους ὀλίγῳ πρότερον διῆλθον, μεθʼ ὅπλων κινδυνεύουσιν. ἀλλὰ γὰρ καὶ τὰ κατὰ τὴν πόλιν ἰδὼν ἄν τις καλῶς διοικούμενα καὶ περὶ τῶν ἄλλων θαρσήσειεν; ἀλλʼ οὐκ ἂν ἐπʼ αὐτοῖς τούτοις μάλιστʼ ἀγανακτήσειεν; οἵτινες αὐτόχθονες μὲν εἶναι φαμὲν καὶ τὴν πόλιν ταύτην προτέραν οἰκισθῆναι τῶν ἄλλων, προσῆκον δʼ ἡμᾶς εἶναι τῶν ἄλλων παράδειγμα τοῦ καλῶς τε καὶ τεταγμένως πολιτεύεσθαι χεῖρον καὶ ταραχωδέστερον τὴν ἡμετέραν αὐτῶν διοικοῦμεν τῶν ἄρτι τὰς πόλεις οἰκιζόντων. καὶ σεμνυνόμεθα μὲν καὶ μεγαλοφρονοῦμεν ἐπὶ τῷ βέλτιον τῶν ἄλλων γεγονέναι, ῥᾷον δὲ μεταδίδομεν τοῖς βουλομένοις ταύτης τῆς εὐγενείας ἢ Τριβαλλοί τε καὶ Λευκανοὶ τῆς δυσγενείας.

ἡ μὲν οὖν Ἰσοκράτους λέξις ἡ κάλλιστα τῶν ἄλλων δοκοῦσα ἔχειν τοιαύτη τίς ἐστι, πολλῶν μὲν ἕνεκα θαυμάζειν ἀξία· καθαρεύει τε γὰρ εἴ τις ἄλλη τοῖς ὀνόμασι καὶ τὴν διάλεκτόν ἐστιν ἀκριβής, φανερά τʼ

p.166
ἐστὶ καὶ κοινὴ καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας περιείληφεν, ἐξ ὧν ἂν μάλιστα γένοιτο διάλεκτος σαφής. πολλοὺς δὲ καὶ τῶν ἐπιθέτων κόσμων ἔχει· καὶ γὰρ ὑψηλὴ καὶ σεμνὴ καὶ ἀξιωματικὴ καλλιρρήμων τε καὶ ἡδεῖα καὶ εὔμορφος ἀποχρώντως ἐστίν, οὐ μὴν τελεία γε κατὰ τοῦτο τὸ μέρος, ἀλλʼ ἔστιν ὧν ἄν τις αὐτὴν ὡς ἐλλειπόντων μέμψαιτο καὶ οὐ μὰ Δία τῶν φαυλοτάτων. πρῶτον μὲν τῆς συντομίας· στοχαζομένη γὰρ τοῦ σαφοῦς ὀλιγωρεῖ πολλάκις τοῦ μετρίου. ἐχρῆν δὲ ὁμοίως προνοεῖν ἀμφοτέρων. μετὰ τοῦτο τῆς συστροφῆς· ὑπτία γάρ ἐστι καὶ ὑπαγωγικὴ καὶ περιρρέουσα τοῖς νοήμασιν, ὥσπερ εἰσὶν αἱ τῶν ἱστορικῶν, ἡ δʼ ἐναγώνιος στρογγύλη τε εἶναι βούλεται καὶ συγκεκροτημένη καὶ μηδὲν ἔχουσα κολπῶδες. ἔτι πρὸς τούτοις κἀκεῖνα πρόσεστι τῷ ἀνδρί. ἄτολμός ἐστι περὶ τὰς τροπικὰς κατασκευὰς καὶ ψοφοδεὴς καὶ οὐκ εἰσφέρεται τόνους κραταιούς. καίτοι γε τοῖς ἀθληταῖς τῆς ἀληθινῆς λέξεως ἰσχυρὰς τὰς ἁφὰς προσεῖναι δεῖ καὶ ἀφύκτους τὰς λαβάς. πα θαίνειν τε οὐ δύναται τοὺς ἀκροωμένους, ὁπόσα βούλεται, τὰ πολλὰ δὲ οὐδὲ βούλεται, πείθεται δὲ ἀποχρῆν τῷ πολιτικῷ διάνοιαν ἀποδείξασθαι σπουδαίαν καὶ ἦθος ἐπιεικές. καὶ τυγχάνει μέντοι γε τούτων ἑκατέρου· δεῖ γὰρ τἀληθῆ μαρτυρεῖν. ἦν δὲ ἄρα πάντων ἰσχυρότατον τῷ μέλλοντι πείθειν δῆμον ἢ δικαστήριον, ἐπὶ τὰ πάθη τοὺς ἀκροατὰς ἀγαγεῖν. οὐδὲ δὴ τοῦ πρέποντος ἐν ἅπασιν ἐπιτυγχάνει, ἀνθηρὰν δὲ καὶ θεατρικὴν ἐκ παντὸς
p.167
ἀξιῶν εἶναι τὴν διάλεκτον, ὡς τῆς ἡδονῆς ἅπαν ἐχούσης ἐν λόγοις τὸ κράτος, ἀπολείπεταί ποτε τοῦ πρέποντος. οὐχ ἅπαντα δέ γε τὰ πράγματα τὴν αὐτὴν ἀπαιτεῖ διάλεκτον, ἀλλʼ ἔστιν ὥσπερ σώμασι πρέπουσά τις ἐσθής, οὕτως καὶ νοήμασιν ἁρμόττουσά τις ὀνομασία. τὸ δʼ ἐκ παντὸς ἡδύνειν τὰς ἀκοὰς εὐφώνων τε καὶ μαλακῶν ὀνομάτων ἐκλογῇ καὶ πάντα ἀξιοῦν εἰς εὐρύθμους κατακλείειν περιόδων ἁρμονίας καὶ διὰ τῶν θεατρικῶν σχημάτων καλλωπίζειν τὸν λόγον οὐκ ἦν πανταχῇ χρήσιμον. ἀλλὰ τοῦτό γε διδάσκουσιν ἡμᾶς καὶ οἱ τὰ ἔπη καὶ οἱ τὰς τραγῳδίας καὶ οἱ τὰ μέλη τὰ σπουδαῖα γράψαντες, οὐ τοσαύτην ποιούμενοι τῆς ἡδονῆς δόσιν, ὅσην τῆς ἀληθείας.

εἰ δὲ ὀρθῶς ἐπιλογίζομαι ταῦτʼ ἐγὼ καὶ ἔστιν ἐν ταύταις ταῖς ἀρεταῖς ἐνδεέστερος ὁ ἀνήρ, πάρεστι τῷ βουλομένῳ σκοπεῖν ἐπὶ τῆς ἀρτίως παρατεθείσης λέξεως ποιουμένῳ τὴν ἐξέτασιν. εὐθέως γοῦν τὴν πρώτην διάνοιαν ὀλίγοις ὀνόμασιν ἐξενεχθῆναι δυναμένην μακρὰν ποιεῖ κυκλογραφῶν καὶ δὶς ἢ τρὶς τὰ αὐτὰ λέγων. ἐνῆν μὲν οὖν ἐν τῷ πρώτῳ κώλῳ τῷ τίς γὰρ ἂν ἄλλοθεν ἐπελθών τὸ καὶ μὴ συνδιεφθαρμένος ἡμῖν, ἀλλʼ ἐξαίφνης ἐπιστὰς τοῖς γινομένοις· δυνάμει γὰρ ἄμφω ταὐτά. καὶ ἐν τῷ οἳ φιλοτιμούμεθα μὲν ἐπὶ τοῖς τῶν προγόνων ἔργοις τὸ καὶ τὴν πόλιν ἐκ τῶν τότε πραχθέντων ἐγκωμιάζειν ἀξιοῦμεν· τὸ γὰρ αὐτὸ

p.168
φιλοτιμεῖσθαί τε καὶ ἐπαινεῖν. καὶ ἐν τῷ οὐδὲν δὲ τῶν αὐτῶν ἐκείνοις πράττομεν τὸ ἀλλὰ πᾶν τοὐναντίον· ἤρκει γὰρ αὐτῶν εἰρῆσθαι θάτερον. ἐξῆν δέ γε μίαν ἐκ τοῖν δυοῖν ποιῆσαι περίοδον καὶ συντομωτέραν καὶ χαριεστέραν· τίς γὰρ ἂν ἄλλοθεν ἐπελθὼν οὐκ ἂν μαίνεσθαι νομίσειεν ἡμᾶς, οἳ φιλοτιμούμεθα μὲν ἐπὶ τοῖς τῶν προγόνων ἔργοις, οὐδὲν δὲ τῶν αὐτῶν ἐκείνοις πράττομεν; πολλὰ τοιαῦτά ἐστι παραπληρώματα καθʼ ἑκάστην ὀλίγου δεῖν περίοδον οὐκ ἀναγκαίαν ἔχοντα χώραν, ἃ ποιεῖ τὴν ἑρμηνείαν ἀμετροτέραν, τὴν δὲ περίοδον κομψοτέραν. μακρὰ μὲν οὖν ἡ λέξις οὕτως ἐστὶν αὐτῷ, πλατεῖα δὲ καὶ ἀσυγκρότητος πῶς; κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὰς πόλεις τὰς Ἑλληνίδας καὶ βοηθοῦντες αὐταῖς τῆς ἡγεμονίας ἠξιώθησαν, ἡμεῖς δὲ καὶ καταδουλούμενοι καὶ τἀναντία τοῖς τότε πράττοντες ἀγανακτοῦμεν, εἰ μὴ τὴν αὐτὴν τιμὴν ἐκείνοις ἕξομεν. ταῦτα κεκολπωμένα σφίγξαι μᾶλλον ἐνῆν καὶ στρογγυλώτερα ὧδέ πως ποιῆσαι· κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὴν Ἑλλάδα καὶ σῴζοντες ἐπὶ τὴν ἡγεμονίαν προῆλθον, ἡμεῖς δὲ καταδουλούμενοι καὶ διολλύντες ἀγανακτοῦμεν, εἰ μὴ τῶν ἴσων
p.169
τευξόμεθα. καὶ ἡ μετὰ ταῦτα διάνοια πλατέως τε εἴρηται καὶ ἀσυγκρότητός ἐστιν· οἳ τοσοῦτον ἀπολελείμμεθα καὶ ταῖς διανοίαις καὶ τοῖς ἔργοις τῶν κατʼ ἐκεῖνον τὸν χρόνον γενομένων, ὅσον οἳ μὲν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας τήν τε πατρίδα τὴν ἑαυτῶν ἐκλιπεῖν ἐτόλμησαν καὶ μαχόμενοι καὶ ναυμαχοῦντες τοὺς βαρβάρους ἐνίκησαν. ἐξῆν δέ γε αὐτῆς ἐπιστρέψαι τὸ πλάτος οὕτως ἐξενέγκαντα· οἳ τοσούτῳ χείρους ἐσμὲν τῶν προγόνων, ὅσον οἳ μὲν ὑπὲρ τοῦ σῶσαι τοὺς Ἕλληνας τήν τε πατρίδα τὴν ἑαυτῶν ἐξέλιπον καὶ μαχόμενοι πρὸς τοὺς βαρβάρους ἐνίκησαν. μυρία καὶ ταύτης ἐστὶ λαβεῖν τῆς ἀσθενείας δείγματα. ἔξω γὰρ ὀλίγων τινῶν, οἷς οὐκ ἐκ προνοίας μᾶλλον ἢ κατʼ αὐτοματισμὸν συμβέβηκε τὸ συνεστράφθαι, τἆλλα ἐν πλάτει λέγεται. ἄτονος δὲ δὴ καὶ λαβὰς οὐ κραταιὰς ἔχουσα πῶς ἐστιν ἡ λέξις; τῷ ἐπιφέρειν τινὰ τοῖς εἰρημένοις διάνοιαν τοιαύτην· τοσοῦτον δὲ χείρους ἐσμὲν τῶν προγόνων οὐ μόνον τῶν εὐδοκιμησάντων ἀλλὰ καὶ τῶν μισηθέντων, ὅσον ἐκεῖνοι μὲν εἰ πολεμεῖν πρός τινα ψηφίσαιντο, μεστῆς οὔσης ἀργυρίου καὶ χρυσίου τῆς ἀκροπόλεως ὅμως ὑπὲρ τῶν δοξάντων τοῖς ἑαυτῶν σώμασιν ᾤοντο δεῖν κινδυνεύειν, ἡμεῖς δʼ εἰς τοσαύτην ἀπορίαν ἐληλυθότες καὶ τοσοῦτοι τὸ πλῆθος ὄντες, ὥσπερ βασιλεὺς ὁ μέγας μισθωτοῖς χρώμεθα
p.170
τοῖς στρατοπέδοις. φέρε δὲ πῶς ἐνῆν αὐτὴν εἰπεῖν στρογγυλωτέραν; ἀλλὰ ταῦτα μὲν ἴσως χείρους ἐσμὲν τῶν προγόνων, τὰ δʼ ἄλλα βελτίους, οὐ λέγω τῶν εὐδοκιμησάντων, πόθεν γάρ; ἀλλὰ τῶν μισηθέντων. καὶ τίς οὐκ οἶδεν, ὅτι ἐκεῖνοι μὲν πλείστων ποτὲ πληρώσαντες χρημάτων τὴν ἀκρόπολιν οὐ κατεμισθοφόρουν τὸν κοινὸν πλοῦτον εἰς τοὺς πολεμίους, ἀλλὰ ἀπὸ τῶν ἰδίων εἰσφέροντες ἔστιν ὅτε καὶ τοῖς ἑαυτῶν σώμασι κινδυνεύειν ἠξίουν; ἡμεῖς δὲ οὕτως ὄντες ἄποροι καὶ τοσοῦτοι τὸ πλῆθος μισθοφόροις τοῖς στρατεύμασι πολεμοῦμεν ὥσπερ καὶ βασιλεὺς ὁ μέγας. ἀλλὰ μὴν ὅτι γε ἄψυχός ἐστιν ἡ διάλεκτος αὐτοῦ καὶ οὐ παθητικὴ πνεύματός τε, οὗ μάλιστα δεῖ τοῖς ἐναγωνίοις λόγοις, ἐλαχίστην ἔχουσα μοῖραν, οἴομαι μὲν ἔγωγε καὶ χωρὶς ὑπομνήσεως ἅπασιν εἶναι φανερόν. εἰ δὲ ἄρα καὶ παραδειγμάτων δεῖ, πολλῶν ὄντων, ἅ τις ἂν εἰπεῖν ἔχοι, μιᾷ διανοίᾳ χρησάμενος ἀρκεσθήσομαι. διαδέχεται δὴ τὴν ὀλίγῳ πρότερον ἐξετασθεῖσαν ἀντίθεσιν ἑτέρα τοιαύτη τις ἀντίθεσις· καὶ τότε μέν, εἰ τριήρεις ἐπληροῦμεν, τοὺς μὲν ξένους καὶ δούλους ναύτας ἐνεβιβάζομεν τοὺς δὲ πολίτας μεθʼ ὅπλων ἐξεπέμπομεν, νῦν δὲ τοῖς μὲν ξένοις ὁπλίταις χρώμεθα τοὺς δὲ πολίτας ἐλαύνειν ἀναγκάζομεν, ὥσθʼ ὁπόταν ἀποβαίνωσιν εἰς τὴν τῶν πολεμίων, οἱ μὲν ἄρχειν τῶν Ἑλλήνων ἀξιοῦντες ὑπηρέσιον ἔχοντες ἐκβαίνουσιν, οἱ δὲ τοιοῦτοι τὰς φύσεις ὄντες, οἵους
p.171
ὀλίγῳ πρότερον εἶπον, μεθʼ ὅπλων κινδυνεύουσιν. ἐν τούτοις οὐ μέμφομαι τὸν ἄνδρα τοῦ λήματος γενναία γὰρ ἡ διάνοια καὶ δυναμένη κινῆσαι πάθος, τὸ δὲ τῆς λέξεως λεῖον καὶ μαλακὸν αἰτιῶμαι. τραχεῖαν γὰρ ἔδει καὶ πικρὰν εἶναι καὶ πληγῇ τι παραπλήσιον ποιεῖν· ἣ δʼ ἔστιν ὑγρὰ καὶ ὁμαλὴ καὶ ὥσπερ ἔλαιον ἀψοφητὶ διὰ τῆς ἀκοῆς ῥέουσα, θέλγειν γέ τοι καὶ ἡδύνειν ζητοῦσα τὴν ἀκοήν. ἀλλʼ εὖ τοῖς σχήμασιν ἔχει πρὸς ἀγῶνας πολλοῖς οὖσι καὶ ποικίλοις καὶ διὰ τούτων παθαίνει τοὺς ἀκούοντας; πολλοῦ γε καὶ δεῖ. τὰ γὰρ ἐκλύοντα μάλιστα τὴν δύναμιν αὐτῆς καὶ ἀποστρέφοντα τὴν ἀκοὴν ταῦτʼ ἔστι τὰ μειρακιώδη πάρισα καὶ τὰ ψυχρὰ ἀντίθετα καὶ τὰ παραπλήσια τούτοις. αὐτίκα ἐν αὐτῇ ταύτῃ τῇ λέξει, περὶ ἧς ὁ λόγος, τό τε πρᾶγμα ὅλον ἐστὶν ἀντίθεσις καὶ τὰ κατὰ μέρος αὐτοῦ νοήματα ἓν πρὸς ἓν ἀντίκειται καὶ τῶν περιόδων ἑκάστη διʼ ἀντιθέτων κατεσκεύασται, ὥστʼ ἀποκναίειν τοὺς ἀκούοντας ἀηδίᾳ καὶ κόρῳ. ὃ δὲ λέγω, τοιοῦτόν ἐστι. πάσης διανοίας καὶ περιόδου καὶ λήμματος αἵ τε ἀρχαὶ καὶ αἱ ἐπιφοραὶ τοιαῦταί εἰσιν· οἳ μὲν γὰρ ἡμεῖς δέ, καί· κἀκεῖνοι μὲν ἡμεῖς δέ, καί· τότε μὲν νῦν δέ, καί· ὅσον οἳ μὲν ἡμεῖς δέ, καί· τοῦτο μὲν τοῦτο δέ. ταῦτʼ ἀπὸ τῆς ἀρχῆς ἕως τελευτῆς
p.172
κεκύκλωκε. τροπαὶ δὲ καὶ μεταβολαὶ καὶ ποικιλίαι σχημάτων, ἃ πέφυκε λύειν τὸν τῆς διανοίας κόπον, οὐδαμοῦ. πολλὰ ἄν τις ἔχοι τοιαῦτα ἐπιτιμᾶν Ἰσοκράτει τῶν περὶ τὴν διάλεκτον ἐλλειμμάτων, ἀλλὰ καὶ ταῦθʼ ἱκανά.

εἰσαγέσθω δὴ μετὰ τοῦτον ὁ Δημοσθένης, καὶ λαμβανέσθω κἀκείνου λέξις ἐκ μιᾶς τῶν κατὰ Φιλίππου δημηγορίας, διʼ ἧς καὶ αὐτὸς συγκρίνει τὰ καθʼ ἑαυτὸν ἔργα τοῖς ἐπὶ τῶν προγόνων καὶ τοὺς νέους δημαγωγοὺς τοῖς παλαιοῖς, οὐ καθʼ ἓν ἔργον ἕκαστον ἀρχαῖον ἔργῳ καινῷ παρατιθεὶς οὐδὲ πάντα μικρολογῶν συγκρίσει, ἀλλὰ ὅλῃ τῇ θέσει ποιούμενος ὅλην τὴν ἀντίθεσιν διεξοδικὴν οὕτως· καίτοι σκέψασθε, ὦ ἄνδρες Ἀθηναῖοι, ἅ τις ἂν κεφάλαια εἰπεῖν ἔχοι τῶν τε ἐπὶ τῶν προγόνων ἔργων καὶ τῶν ἐφʼ ὑμῶν. ἔσται δὲ βραχὺς καὶ γνώριμος ὑμῖν ὁ λόγος. οὐ γὰρ ἀλλοτρίοις χρωμένοις ὑμῖν παραδείγμασιν ἀλλʼ οἰκείοις, ὦ ἄνδρες Ἀθηναῖοι, εὐδαίμοσιν ἔξεστι γίγνεσθαι. ἐκεῖνοι τοίνυν, οἶς οὐκ ἐχαρίζοντο οἱ λέγοντες, οὐδʼ ἐφίλουν αὐτούς, ὥσπερ ὑμᾶς οὗτοι νῦν, πέντε μὲν καὶ τετταράκοντα ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων· πλείω δʼ ἢ μύρια τάλαντα εἰς τὴν ἀκρόπολιν συνήγαγον·

p.173
ὑπήκουε δὲ ὁ ταύτην τὴν χώραν ἔχων αὐτοῖς βασιλεύς, ὥσπερ ἐστὶ προσῆκον βάρβαρον Ἕλλησι· πολλὰ δὲ καὶ καλὰ καὶ πεζῇ καὶ ναυμαχοῦντες ἔστησαν τρόπαια αὐτοὶ στρατευόμενοι· μόνοι δʼ ἀνθρώπων· κρείττω τὴν ἐπὶ τοῖς ἔργοις δόξαν τῶν φθονούντων κατέλιπον. ἐπὶ μὲν δὴ τῶν Ἑλληνικῶν ἦσαν τοιοῦτοι, ἐν δὲ τοῖς κατὰ τὴν πόλιν αὐτὴν θεάσασθε ὁποῖοι ἔν τε τοῖς κοινοῖς καὶ ἐν τοῖς ἰδίοις. δημόσια μὲν τοίνυν οἰκοδομήματα καὶ κάλλη τοσαῦτα καὶ τοιαῦτα κατεσκεύασαν ἡμῖν ἱερῶν καὶ τῶν ἐν τούτοις ἀναθημάτων, ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λειφθῆναι. ἰδίᾳ δὲ οὕτω σώφρονες ἦσαν καὶ σφόδρα ἐν τῷ τῆς πολιτείας ἤθει μένοντες, ὥστε τὴν Ἀριστείδου καὶ Μιλτιάδου καὶ τῶν τότε λαμπρῶν οἰκίαν εἴ τις ἄρʼ οἶδεν ὑμῶν ὁποία ποτʼ ἐστίν, ὁρᾷ τῆς τοῦ γείτονος οὐδὲν σεμνοτέραν οὖσαν. οὐ γὰρ εἰς περιουσίαν αὐτοῖς ἐπράττετο τὰ τῆς πόλεως, ἀλλὰ τὸ κοινὸν ἕκαστος αὔξειν ᾤετο δεῖν. ἐκ δὲ τοῦ τὰ μὲν Ἑλληνικὰ πιστῶς, τὰ δὲ πρὸς τοὺς θεοὺς εὐσεβῶς, τὰ δʼ ἐν αὑτοῖς ἴσως διοικεῖν μεγάλην εἰκότως. ἐκέκτηντο εὐδαιμονίαν. τότε μὲν δὴ τοῦτον τὸν τρόπον εἶχε τὰ πράγματα ἐκείνοις χρωμένοις, οἷς εἶπον, προστάταις. νυνὶ δὲ πῶς ἡμῖν ὑπὸ τῶν χρηστῶν τῶν νῦν τὰ πράγματα ἔχει; ἆρά γε ὁμοίως καὶ παραπλησίως; καὶ τὰ μὲν ἄλλα σιωπῶ
p.174
πολλὰ ἔχων εἰπεῖν· ἀλλʼ ὅσης πάντες ὁρᾶτε ἐρημίας ἐπειλημμένοι καὶ Λακεδαιμονίων μὲν ἀπολωλότων, Θηβαίων δʼ ἀσχόλων ὄντων, τῶν δʼ ἄλλων οὐδενὸς ὄντος ἀξιόχρεω περὶ τῶν πρωτείων ὑμῖν ἀντᾶραι, ἐξὸν ἡμῖν καὶ τὰ ἡμέτερα αὐτῶν ἀσφαλῶς ἔχειν καὶ τὰ τῶν ἄλλων δίκαια βραβεύειν, ἀπεστερήμεθα μὲν χώρας οἰκείας, πλείω δʼ ἢ χίλια καὶ πεντακόσια τάλαντα ἀνηλώκαμεν εἰς οὐδὲν δέον, οὓς δὲ ἐν τῷ πολέμῳ συμμάχους ἐκτησάμεθα, εἰρήνης οὔσης ἀπολωλέκασιν οὗτοι, ἐχθρὸν δʼ ἐφʼ ἡμᾶς αὐτοὺς τηλικοῦτον ἠσκήκαμεν. ἢ φρασάτω τις ἐμοὶ παρελθών, πόθεν ἄλλοθεν ἰσχυρὸς γέγονεν ἢ παρʼ ἡμῶν αὐτῶν ὁ Φίλιππος; ἀλλʼ ὦ τᾶν εἰ ταῦτα φαύλως, τά γε ἐν αὐτῇ τῇ πόλει νῦν ἄμεινον ἔχει. καὶ τί ἂν εἰπεῖν τις ἔχοι τὰς ἐπάλξεις, ἃς κονιῶμεν, καὶ τὰς ὁδούς, ἃς ἐπισκευάζομεν, καὶ κρήνας καὶ λήρους; ἀποβλέψατε δὴ πρὸς τοὺς ταῦτα πολιτευομένους, ὧν οἳ μὲν ἐκ πτωχῶν πλούσιοι γεγόνασιν, οἳ δʼ ἐξ ἀδόξων ἔντιμοι, ἔνιοι δὲ τὰς ἰδίας οἰκίας τῶν δημοσίων οἰκοδομημάτων σεμνοτέρας εἰσὶ κατεσκευασμένοι, ὅσῳ δὲ τὰ τῆς πόλεως ἐλάττω γέγονε, τοσούτῳ τὰ τούτων ηὔξηται. τί δὴ τὸ πάντων αἴτιον τούτων; καὶ τί δή ποτʼ εἶχεν ἅπαντα καλῶς τότε καὶ νῦν οὐκ ὀρθῶς; ὅτι τὸ μὲν πρῶτον καὶ στρατεύεσθαι τολμῶν αὐτὸς ὁ δῆμος δεσπότης τῶν πολιτευομένων
p.175
ἦν καὶ κύριος αὐτὸς ἁπάντων τῶν ἀγαθῶν, καὶ ἀγαπητὸν ἦν παρὰ τοῦ δήμου τῶν ἄλλων ἑκάστῳ καὶ τιμῆς καὶ ἀρχῆς καὶ ἀγαθοῦ τινος μεταλαβεῖν. νῦν δὲ τοὐναντίον κύριοι μὲν τῶν ἀγαθῶν οἱ πολιτευόμενοι καὶ διὰ τούτων ἅπαντα πράττεται, ὑμεῖς δὲ ὁ δῆμος ἐκνενευρισμένοι καὶ περιῃρημένοι χρήματα, συμμάχους ἐν ὑπηρέτου καὶ προσθήκης μέρει γεγένησθε, ἀγαπῶντες, ἂν μεταδῶσι θεωρικὸν ὑμῖν ἢ βοΐδια πέμψωσιν οὗτοι. καὶ τὸ πάντων ἀνανδρότατον· τῶν ὑμετέρων αὐτῶν χάριν προσοφείλετε. οἳ δʼ ἐν αὐτῇ πόλει καθείρξαντες ὑμᾶς ἐπάγουσιν ἐπὶ ταῦτα καὶ τιθασεύουσι, χειροήθεις αὑτοῖς ποιοῦντες. ἔστι δʼ οὐδέποτʼ, οἶμαι, μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν μικρὰ καὶ φαῦλα πράττοντας. ὁποἶ ἄττα γὰρ ἂν τὰ ἐπιτηδεύματα τῶν ἀνθρώπων ᾖ, τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημα ἔχειν. ταῦτα μὰ τὴν Δήμητρα οὐκ ἂν θαυμάσαιμι εἰ μείζων εἰπόντι μοι γένοιτο παρʼ ὑμῶν βλάβη ἢ τῶν πεποιηκότων αὐτὰ ἑκάστῳ. οὐδὲ γὰρ παρρησία περὶ πάντων ἀεὶ παρʼ ὑμῖν ἐστιν, ἀλλʼ ἔγωγʼ ὅτι καὶ νῦν γέγονε, θαυμάζω. ταύτην τὴν διάλεξιν τίς οὐκ ἃν ὁμολογήσειε καὶ κατὰ τἆλλα μὲν πάντα διαφέρειν τῆς Ἰσοκράτους; καὶ γὰρ εὐγενέστερον ἐκείνης καὶ μεγαλοπρεπέστερον ἡρμήνευκε τὰ πράγματα καὶ --- περιείληφεν
p.176
ὀνόμασι συγκεκρότηταί τε καὶ συνέσπασται καὶ περιτετόρνευται τοῖς νοήμασιν ἄμεινον ἰσχύϊ τε πλείονι κέχρηται καὶ τόνοις ἐμβριθεστέροις καὶ πέφευγε τὰ ψυχρὰ καὶ μειρακιώδη σχήματα, οἷς ἐκείνη καλλωπίζεται πέρα τοῦ μετρίου· μάλιστα δὲ κατὰ τὸ δραστήριον καὶ ἐναγώνιον καὶ ἐμπαθὲς ὅλῳ καὶ τῷ παντὶ κρεῖττον ἔχει ἐκείνης. ἐγὼ γοῦν, ὃ πρὸς ἀμφοτέρας πάσχω τὰς λέξεις, ἐρῶ· οἴομαι δὲ κοινόν τι πάθος ἁπάντων ἐρεῖν καὶ οὐκ ἐμὸν ἴδιον μόνου.