Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταῦτα παρὰ τῶν μάντεων οἱ Τυρρηνοὶ ἀκούσαντες μέρει τινὶ τῆς ἑαυτῶν στρατιᾶς τὴν ἐρημωθεῖσαν ὑπὸ τῶν Ῥωμαίων καταλαμβάνονται στρατοπεδείαν ὡς ἐπιτείχισμα ποιησόμενοι τῆς ἑτέρας· ἦν δὲ πάνυ ἐχυρὸν τὸ χωρίον καὶ τοῖς ἀπὸ Ῥώμης ἐπὶ τὸ στρατόπεδον ἰοῦσι κωλύσεως ἐν καλῷ κείμενον. πραγματευσάμενοι δὲ καὶ τἆλλα, ἐξ ὧν πλεονεκτήσειν τοὺς πολεμίους ἔμελλον, ἐξῆγον εἰς τὸ πεδίον τὰς δυνάμεις.

μενόντων δὲ τῶν Ῥωμαίων ἐφʼ ἡσυχίας προσιππεύοντες ἐξ αὐτῶν οἱ τολμηρότατοι καὶ πλησίον τοῦ χάρακος ἱστάμενοι, γυναῖκάς τʼ ἀπεκάλουν ἅπαντας καὶ τοὺς ἡγεμόνας αὐτῶν τοῖς δειλοτάτοις τῶν ζώων ἐοικέναι λέγοντες ἐκάκιζον, καὶ δυεῖν θάτερον ἠξίουν· εἰ μὲν ἀντιποιοῦνται τῆς περὶ τὰ πολέμια ἀρετῆς, καταβάντας εἰς τὸ πεδίον μιᾷ τὸν ἀγῶνα κρῖναι μάχῃ, εἰ δʼ ὁμολογοῦσιν εἶναι κακοί, παραδόντας τὰ ὅπλα τοῖς κρείττοσι καὶ δίκας ὑποσχόντας, ὧν ἔδρασαν, μηδενὸς ἔτι τῶν μεγάλων ἑαυτοὺς ἀξιοῦν.

τοῦτʼ ἐποίουν ὁσημέραι καὶ ἐπεὶ οὐδὲν ἐπέραινον, ἀποτειχίζειν αὐτοὺς ἔγνωσαν ὡς λιμῷ προσαναγκάσοντες παραστῆναι. οἱ δʼ ὕπατοι περιεώρων τὰ γινόμενα μέχρι πολλοῦ, διʼ ἀνανδρίαν μὲν ἢ μαλακίαν οὐδεμίαν — ἀμφότεροι γὰρ εὔψυχοί τε καὶ φιλοπόλεμοι ἦσαν — τὸ δὲ τῶν στρατιωτῶν ἐθελόκακόν

v.3p.282
τε καὶ ἀπρόθυμον, διαμένον ἐν τοῖς δημοτικοῖς, ἐξ οὗ περὶ τῆς κληρουχίας διεστασίασαν, ὑφορώμενοι· ἔτι γὰρ αὐτοῖς ἔναυλα καὶ πρὸ ὀμμάτων ἦν, ἃ τῷ παρελθόντι ἐνιαυτῷ κατὰ τὸ ἔγκοτον τῆς πρὸς τὸν ὕπατον τιμῆς αἰσχρὰ καὶ ἀνάξια τῆς πόλεως εἰργάσαντο, παραχωρήσαντες τῆς νίκης τοῖς ἡττηθεῖσι καὶ φυγῆς ὄνειδος οὐκ ἀληθὲς ὑπομείναντες, ἵνα μὴ καταγάγῃ τὸν ἐπινίκιον θρίαμβον ὁ ἀνήρ.