Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

Αἰκανοὶ δὲ καὶ Οὐολοῦσκοι προνομεύσαντες αὐτῶν τὴν χώραν ἀδεῶς ἐπὶ τοὺς Τυσκλάνων ἀγροὺς ἀφίκοντο. διαρπάσαντες δὲ καὶ τούτους οὐδενὸς ἀμυνομένου παρῆσαν εἰς τοὺς Γαβίνων ὅρους. ἐλάσαντες δὲ καὶ διὰ ταύτης ἀδεῶς τῆς γῆς ἐπὶ τὴν Ῥώμην ἀφικνοῦντο.

ἐθορύβησαν μὲν οὖν ἱκανῶς τὴν πόλιν, οὐ μὴν κρατῆσαί γʼ αὐτῆς ἠδυνήθησαν· ἀλλὰ καίπερ ἐξασθενοῦντες οἱ Ῥωμαῖοι τὰ σώματα καὶ τοὺς ὑπάτους ἀπολωλεκότες ἀμφοτέρους — καὶ γὰρ ὁ Σερουίλιος ἐτεθνήκει νεωστί — καθοπλισάμενοι παρὰ δύναμιν τοῖς τείχεσιν ἐπέστησαν, τοῦ περιβόλου τῆς πόλεως ὄντος ἐν τῷ τότε χρόνῳ, ὅσος Ἀθηναίων τοῦ ἄστεος ὁ κύκλος· καὶ τὰ μὲν ἐπὶ λόφοις κείμενα καὶ πέτραις ἀποτόμοις ὑπʼ αὐτῆς ἐστιν ὠχυρωμένα τῆς φύσεως καὶ ὀλίγης δεόμενα φυλακῆς· τὰ δʼ ὑπὸ τοῦ

v.3p.396
Τεβέριος τετειχισμένα ποταμοῦ, οὗ τὸ μὲν εὖρός ἐστι τεττάρων πλέθρων μάλιστα, βάθος δʼ οἷόν τε ναυσὶ πλεῖσθαι μεγάλαις, τὸ δὲ ῥεῦμα ὥσπερ τι καὶ ἄλλο ὀξὺ καὶ δίνας ἐργαζόμενον μεγάλας· ὃν οὐκ ἔνεστι πεζοῖς διελθεῖν εἰ μὴ κατὰ γέφυραν, ἣ ἦν ἐν τῷ τότε χρόνῳ μία ξυλόφρακτος, ἣν ἔλυον ἐν τοῖς πολέμοις.

ἓν δὲ χωρίον, ὃ τῆς πόλεως ἐπιμαχώτατόν ἐστιν, ἀπὸ τῶν Αἰσκυλίνων καλουμένων πυλῶν μέχρι τῶν Κολλίνων, χειροποιήτως ἐστὶν ὀχυρόν. τάφρος τε γὰρ ὀρώρυκται πρὸ αὐτοῦ πλάτος ᾗ βραχυτάτη μείζων ἑκατὸν ποδῶν, καὶ βάθος ἐστὶν αὐτῆς τριακοντάπουν· τεῖχος δʼ ὑπερανέστηκε τῆς τάφρου χώματι προσεχόμενον ἔνδοθεν ὑψηλῷ καὶ πλατεῖ, οἷον μήτε κριοῖς κατασεισθῆναι μήτε ὑπορυττομένων τῶν θεμελίων ἀνατραπῆναι.

τοῦτο τὸ χωρίον ἑπτὰ μέν ἐστι μάλιστʼ ἐπὶ μῆκος σταδίων, πεντήκοντα δὲ ποδῶν ἐπὶ πλάτος· ἐν ᾧ τότε οἱ Ῥωμαῖοι τεταγμένοι κατὰ πλῆθος ἀνεῖρξαν τῶν πολεμίων τὴν ἔφοδον οὔτε χελώνας χωστρίδας εἰδότων κατασκευάζειν τῶν τότʼ ἀνθρώπων, οὔτε τὰς καλουμένας ἑλεπόλεις μηχανάς. οἱ μὲν δὴ πολέμιοι ἀπογνόντες τῆς πόλεως τὴν ἅλωσιν ἀπῄεσαν ἀπὸ τοῦ τείχους, καὶ δῃώσαντες τὴν χώραν, ὅσην διεξῆλθον, ἀπῆγον ἐπʼ οἴκου τὰς δυνάμεις.