Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

οἱ δʼ οὔτε κατεπλάγησαν οὔτʼ ἔδεισαν αὐτοῦ τὴν ἔφοδον, ἀλλʼ ἀποθέμενοι σχολῇ τὰς ἀποσκευὰς καὶ τὰ λάφυρα εἰς ἓν χωρίον ἐχυρὸν καὶ φυλακὴν τὴν ἀρκοῦσαν ἐπὶ τούτοις καταλιπόντες οἱ λοιποὶ συντεταγμένοι χωροῦσι τοῖς Ῥωμαίοις ὁμόσε· καὶ συμπεσόντες ἄξια λόγου ἔργα ἀπεδείκνυντʼ ὀλίγοι μὲν πρὸς πολλοὺς ἀγωνιζόμενοι — συνέρρεον γὰρ ἐκ τῶν ἀγρῶν ἐπʼ αὐτοὺς συχνοὶ ἤδη διεσκεδασμένοι — ψιλῇ

v.3p.392
ὁπλίσει πρὸς ἄνδρας ὅλα τὰ σώματα ἔχοντας ἐν φυλακῇ ἐποίησάν τε πολλοὺς τῶν Ῥωμαίων νεκροὺς καὶ μικροῦ ἐδέησαν ἐν ἀλλοτρίᾳ γῇ καταληφθέντες τρόπαια τῶν ἐλθόντων ἐπὶ σφᾶς αὐτοὺς ἀναστῆσαι.

ἀλλʼ ὅ γʼ ὕπατος καὶ οἱ σὺν αὐτῷ Ῥωμαίων ἱππεῖς ἐπίλεκτοι, ἀχαλινώτοις ἐπελάσαντες τοῖς ἵπποις κατὰ τὸ καρτερώτατόν τε καὶ ἄριστα μαχόμενον αὐτῶν μέρος, διασπῶσι τὴν τάξιν καὶ καταβάλλουσι συχνούς. διαφθαρέντων δὲ τῶν προμάχων καὶ ἡ λοιπὴ δύναμις ἀποτραπεῖσα ἐνέκλινεν εἰς φυγήν, οἵ τε φυλάττοντες τὰς ἀποσκευὰς μεθέμενοι αὐτῶν ἀπιόντες ᾤχοντο ἀνὰ τὰ πλησίον ὄρη. κατʼ αὐτὸν μὲν οὖν τὸν ἀγῶνα ὀλίγοι τινὲς αὐτῶν διεφθάρησαν, ἐν δὲ τῇ φυγῇ πάνυ πολλοί, χώρας τʼ ἄπειροι ὄντες καὶ ὑπὸ τῆς Ῥωμαίων ἵππου διωκόμενοι.

ἐν ᾧ δὲ ταῦτʼ ἐγίνετο χρόνῳ, πεπυσμένος ἅτερος τῶν ὑπάτων Σερούιος ἐπὶ βοήθειαν αὐτῷ προσιόντα τὸν συνύπατον δείσας, μὴ ὑπαντήσωσιν αὐτῷ οἱ πολέμιοι καὶ διακλείσωσι τῆς πρὸς αὐτὸν ὁδοῦ, περισπᾶν αὐτοὺς διενοεῖτο προσβολὰς ποιούμενος τῷ

χάρακι. ἀλλὰ γὰρ φθάσαντες αὐτὸν οἱ πολέμιοι, ἐπειδὴ ἔγνωσαν τὴν συμφορὰν τῶν σφετέρων, ἣν ἀπήγγειλαν οἱ περισωθέντες ἐκ τῆς προνομῆς, λύσαντες τὴν παρεμβολὴν ἐν τῇ πρώτῃ νυκτὶ μετὰ τὴν μάχην εἰς τὴν πόλιν ἀπῆραν, οὐχ ἅπαντα πεπραχότες, ὅσα ἐβούλοντο.

v.3p.393

χωρὶς γὰρ τῶν ἀποθανόντων ἔν τε ταῖς μάχαις καὶ κατὰ τὰς προνομὰς τοὺς ὑστερήσαντας ἐν τῇ τότε φυγῇ πολλῷ πλείους τῶν προτέρων ἀπέβαλον. οἱ γὰρ ὑπὸ καμάτου τε καὶ τραυμάτων βαρυνόμενοι σχολῇ προβαίνοντες ἐγκαταλιπόντων αὐτοὺς τῶν μελῶν ἔπιπτον, μάλιστα δὲ περὶ τὰ νάματα καὶ ποταμοὺς ὑπὸ δίψης φλεγόμενοι· οὓς οἱ Ῥωμαίων ἱππεῖς καταλαμβάνοντες ἐφόνευον.

οὐ μὲν δὴ οὐδὲ Ῥωμαῖοι πάντα ἐκ τοῦ τότε ἀγῶνος εὐτυχηκότες ἀνέστρεψαν, ἄνδρας μὲν γὰρ ἀγαθοὺς καὶ πολλοὺς ἐν ταῖς μάχαις ἀπολωλέκεσαν, καὶ πρεσβευτὴν ἁπάντων λαμπρότατον γενόμενον ἐν τῷ ἀγῶνι· νίκην δʼ οὐδεμιᾶς ἥττονα τῇ πόλει φέροντες ἀνέστρεψαν. ταῦτʼ ἐπʼ ἐκείνων τῆς ἀρχῆς ἐπράχθη.