Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἀφικόμενοι δʼ εἰς τὴν Ῥώμην ἀπέδειξαν ὑπάτους Αὖλον Ποστόμιον Ἄλβον καὶ Σερούιον Φούριον. οἱ μὲν δὴ νεωστὶ παρειλήφεσαν τὴν ἀρχήν, παρὰ δὲ τῶν συμμάχων Λατίνων ἄγγελοι Ῥωμαίοις κατὰ σπουδὴν διαπεμφθέντες ἧκον. οὗτοι καταστάντες ἐπὶ τὴν βουλὴν διεσάφουν Ἀντιατῶν τὰ πράγματα οὐ βέβαια εἶναι, κρύφα τε διαπρεσβευομένων πρὸς αὐτοὺς Αἰκανῶν καὶ ἀναφανδὸν εἰσιόντων εἰς τὴν πόλιν ἀγορᾶς προφάσει πολλῶν Οὐολούσκων, οὓς ἐπήγοντο οἱ πρότερον ἐκλιπόντες τὴν πόλιν Ἀντιατῶν, ὅτʼ ἐκληρουχεῖτο διὰ πενίαν καὶ πρὸς Αἰκανοὺς ἀπαυτομολήσαντες,

ὥσπερ ἔφην. συνδιεφθάρθαι τε τοῖς ἐπιχωρίοις ἅμα ἤγγελλον καὶ τῶν ἐποίκων συχνούς· καὶ εἰ μὴ προκαταληφθήσονται φυλακῇ ἀξιόχρεῳ, ἀναστήσεσθαί τινα ἔλεγον κἀκεῖθεν ἀπροσδόκητον Ῥωμαίοις πόλεμον. τούτων οὐ πολλῷ ὕστερον ἕτεροι πεμφθέντες ὑφʼ Ἑρνίκων ἤγγελλον ἐξεληλυθέναι μεγάλην δύναμιν Αἰκανῶν καὶ ἐγκαθεζομένην ἐν τῇ σφετέρᾳ γῇ φέρειν τε πάντα καὶ ἄγειν, στρατεύειν δʼ ἅμα τοῖς Αἰκανοῖς καὶ Οὐολούσκους τὴν πλείω τοῦ στρατοῦ μοῖραν παρεχομένους.

πρὸς ταῦτʼ ἐψηφίσατο ἡ βουλὴ τοῖς μὲν Ἀντιατῶν ταράττουσι τὰ πράγματα — ἧκον γὰρ ἀπολογησόμενοί τινες ἐξ αὐτῶν καὶ καταφανεῖς ἐγένοντο

v.3p.387
οὐδὲν ὑγιὲς φρονοῦντες — φυλακὴν ἑτέραν πέμψαι, ἣ ἔμελλε διʼ ἀσφαλείας ἕξειν τὴν πόλιν· ἐπὶ δʼ Αἰκανοὺς ἄγειν τὴν στρατιὰν τὸν ἕτερον τῶν ὑπάτων Σερούιον Φούριον· καὶ ἐγίνετο ταχεῖα ἀμφοῖν ἡ ἔξοδος.

οἱ δʼ Αἰκανοὶ μαθόντες ἐξεληλυθυῖαν τὴν Ῥωμαίων στρατιάν, ἀναστάντες ἐκ τῆς Ἑρνίκων ἐχώρουν αὐτοῖς ὁμόσε. ἐπεὶ δʼ εἶδον ἀλλήλους, ἐκείνην μὲν τὴν ἡμέραν οὐ πολὺ διαστάντες κατεστρατοπέδευσαν, τῇ δʼ ἑξῆς ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων οἱ πολέμιοι ἧκον διάπειραν αὐτῶν τῆς γνώμης ληψόμενοι.

ὡς δʼ οὐκ ἐξῄεσαν εἰς μάχην, ἀκροβολισμοῖς χρησάμενοι καὶ οὐδὲν ἀξιόλογον δράσαντες σὺν μεγάλῳ αὐχήματι ἀπῆλθον. ὁ μέντοι Ῥωμαίων ὕπατος ἐκλιπὼν τὸν χάρακα τῇ ἐπιούσῃ· τὸ γὰρ χωρίον οὐ λίαν ἀσφαλὲς ἦν· μετεστρατοπεδεύσατο ἐν ἐπιτηδειοτέρῳ, ἔνθα τάφρον τʼ ὠρύξατο βαθυτέραν καὶ χάρακα ἐβάλετο ὑψηλότερον. τοῖς δὲ πολεμίοις ταῦθʼ ὁρῶσι πολὺ θράσος προσεγένετο· καὶ ἔτι μᾶλλον, ἐπειδὴ σύμμαχος αὐτοῖς ἀφίκετο στρατιὰ παρὰ τοῦ Οὐολούσκων τε καὶ Αἰκανῶν ἔθνους, οὐδὲν ἔτι διαμελλήσαντες ἐπῆγον τῷ Ῥωμαίων χάρακι.