Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

οἱ δὲ Τυρρηνοὶ ἀχθόμενοι τῇ τριβῇ τοῦ πολέμου δειλίαν τʼ ὠνείδιζον τοῖς Ῥωμαίοις, ἐπειδὴ οὐκ ἐξῄεσαν εἰς μάχην, καὶ ὡς παρακεχωρηκότων αὐτῶν σφίσι τῆς ὑπαίθρου μέγα ἐφρόνουν. καὶ ἔτι μᾶλλον ἐπήρθησαν εἰς ὑπεροψίαν τοῦ ἀντιπάλου στρατοῦ καὶ καταφρόνησιν τῶν ὑπάτων δόξαντες καὶ τὸ θεῖον αὑτοῖς συμμαχεῖν.

τοῦ γὰρ ἑτέρου τῶν ὑπάτων Γναΐου Μαλλίου κεραυνὸς εἰς τὸ στρατήγιον ἐμπεσὼν τήν τε σκηνὴν διέσπασε καὶ τὴν ἑστίαν ἀνέτρεψε καὶ τῶν πολεμιστηρίων ὅπλων τὰ μὲν ἐσπίλωσε, τὰ δὲ περιέκαυσε, τὰ δʼ εἰς τέλος ἠφάνισεν· ἀπέκτεινε δὲ καὶ τὸν λαμπρότατον αὐτοῦ τῶν ἵππων, ᾧ παρὰ τοὺς ἀγῶνας ἐχρῆτο, καὶ τῶν θεραπόντων τινάς.

λεγόντων δὲ τῶν μάντεων τοῦ τε χάρακος ἅλωσιν προσημαίνειν τοὺς θεοὺς καὶ τῶν ἐπιφανεστάτων ἀνδρῶν ἀπώλειαν, ἀναστήσας τὴν δύναμιν ὁ Μάλλιος ἀπῆγε περὶ μέσας νύκτας ἐπὶ τὸν ἕτερον χάρακα καὶ μετὰ τοῦ συνάρχοντος κατεστρατοπέδευσε.

μαθόντες οὖν οἱ Τυρρηνοὶ τὴν ἀπανάστασιν τοῦ στρατηγοῦ καί, διʼ ἃς αἰτίας ἐγένετο,

v.3p.280
παρά τινων αἰχμαλώτων ἀκούσαντες ἐπήρθησάν τε ταῖς γνώμαις ἔτι μᾶλλον, ὡς πολεμοῦντος τοῖς Ῥωμαίοις τοῦ δαιμονίου, καὶ πολλὴν εἶχον ἐλπίδα κρατήσειν αὐτῶν· οἵ τε μάντεις ἀκριβέστερον τῶν ἄλλοθί που δοκοῦντες ἐξητακέναι τὰ μετάρσια, πόθεν τε αἱ τῶν κεραυνῶν γίνονται βολαὶ καὶ τίνες αὐτοὺς ὑποδέχονται μετὰ τὰς πληγὰς ἀπιόντας τόποι, θεῶν τε οἷς ἕκαστοι ἀποδίδονται καὶ τίνων ἀγαθῶν ἢ κακῶν μηνυταί, χωρεῖν ὁμόσε τοῖς πολεμίοις παρῄνουν διαιρούμενοι τὸ γενόμενον τοῖς Ῥωμαίοις σημεῖον κατὰ τάδε.

ἐπειδὴ τὸ βέλος εἰς ὑπάτου σκηνὴν κατέσκηψεν, ἐν ᾗ τὸ στρατήγιον ἐνῆν, καὶ πᾶσαν αὐτὴν ἄχρι τῆς ἑστίας ἠφάνισεν, ὅλῃ προσημαίνειν τὸ δαιμόνιον τῇ στρατιᾷ τοῦ χάρακος ἔκλειψιν βίᾳ κρατηθέντος καὶ τῶν ἐπιφανεστάτων ὄλεθρον.

εἰ μὲν οὖν, ἔφασαν, ἔμειναν ἐν ᾧ κατέσκηψε χωρίῳ τὸ βέλος οἱ κατέχοντες αὐτό, καὶ μὴ μετηνέγκαντο τὰ σημεῖα ὡς τοὺς ἑτέρους, μιᾶς τε παρεμβολῆς ἁλώσει καὶ ἑνὸς ὀλέθρῳ στρατοῦ τὸ νεμεσῶν αὐτοῖς δαιμόνιον ἀπεπλήρωσεν ἂν τὸν χόλον· ἐπειδὴ δὲ σοφώτεροι τῶν θεῶν εἶναι ζητοῦντες εἰς τὸν ἕτερον χάρακα μετεστρατοπεδεύσαντο, καταλιπόντες ἔρημον τὸν τόπον, ὡς οὐ τοῖς ἀνθρώποις τοῦ θεοῦ προδηλοῦντος τὰς συμφοράς, ἀλλὰ τοῖς τόποις, κοινὸς ἅπασιν αὐτοῖς ὁ παρὰ τοῦ δαίμονος ἥξει χόλος, τοῖς τʼ ἀπαναστᾶσι καὶ τοῖς ὑποδεξαμένοις.

καὶ ἐπειδὴ ἁλῶναι σφῶν τὸν ἕτερον χάρακα βίᾳ θείας ἐπιθεσπιζούσης ἀνάγκης οὐ περιέμειναν τὸ χρεών, ἀλλʼ αὐτοὶ

v.3p.281
παρέδοσαν τοῖς ἐχθροῖς, ἐκεῖνος ὁ χάραξ ὁ τὸν ἐκλειφθέντα ὑποδεξάμενος ἀντὶ τοῦ καταλειφθέντος ἁλώσεται βίᾳ κρατηθείς.