Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τῷ δʼ ἑξῆς ἔτει Τίτου Κοιντίου Καπετωλίνου καὶ Κοίντου Σερουιλίου Πρίσκου τὴν ὕπατον ἀρχὴν παρειληφότων ἥ τʼ οἰκεία δύναμις Ῥωμαίων ἅπασα ἐν τοῖς ὅπλοις ἦν, καὶ τὰ συμμαχικὰ ἑκούσια παρῆν, πρὶν ἐπαγγελθῆναι αὐτοῖς στρατείαν. καὶ μετὰ τοῦτʼ εὐχάς τε ποιησάμενοι τοῖς θεοῖς οἱ ὕπατοι καὶ καθήραντες τὸν στρατὸν ἐξῄεσαν ἐπὶ τοὺς πολεμίους.

Σαβῖνοι μὲν οὖν, ἐφʼ οὓς ὁ Σερουίλιος ἤλασεν, οὔτʼ εἰς μάχην κατέστησαν οὔτʼ ἐξῆλθον εἰς τὴν ὕπαιθρον· μένοντες δʼ ἐν τοῖς φρουρίοις ἠνείχοντο γῆς τʼ αὐτοῖς τεμνομένης καὶ οἰκιῶν ἐμπιμπραμένων θεραπείας τʼ αὐτομολούσης· ὥστε κατὰ πολλὴν εὐπέτειαν ἀπελθεῖν ἐκ τῆς χώρας αὐτῶν τοὺς Ῥωμαίους ὠφελείαις τε βαρεῖς

v.3p.375
καὶ αὐχήμασι λαμπρούς, καὶ ἡ μὲν Σερουιλίου στρατεία τοῦτʼ ἔσχε τὸ τέλος·

οἱ δὲ σὺν τῷ Κοιντίῳ στρατεύσαντες ἐπί τʼ Αἰκανοὺς καὶ Οὐολούσκους — συνεληλύθεσαν γὰρ εἰς τὸν αὐτὸν τόπον ἐξ ἀμφοτέρων τῶν ἐθνῶν οἱ προαγωνιούμενοι τῶν ἄλλων, καὶ πρὸ τῆς Ἀντιατῶν πόλεως ἀντεστρατοπεδεύσαντο — θᾶττον ἢ βάδην χωροῦντες ἐπιφαίνονται αὐτοῖς· καὶ οὐ πολὺν τόπον τοῦ χάρακος αὐτῶν ἀποσχόντες, ἐν ᾧ πρῶτον ὤφθησάν τε καὶ εἶδον ἐκείνους χωρίῳ ταπεινῷ ὄντι τὰς ἀποσκευὰς ἔθεντο, τοῦ μὴ δεδοικέναι τὰ πολέμια πλήθει μακρῷ προὔχοντα δόξαν ποιῆσαι βουλόμενοι.

ὡς δʼ εὐτρεπῆ τὰ εἰς μάχην ἑκατέροις ἅπαντα ἦν, ἐξῄεσαν εἰς τὸ πεδίον, καὶ συμπεσόντες ἠγωνίζοντο μέχρι μεσούσης ἡμέρας οὔτʼ εἴκοντες τοῖς πολεμίοις οὔτʼ ἐπιβαίνοντες, ἀεί τε τὸ κάμνον μέρος ἀνισοῦντες τοῖς ἐπὶ ταῖς ἐφεδρείαις τεταγμένοις ἑκάτεροι. ἐν δὲ τούτῳ μάλιστα οἱ Αἰκανοὶ καὶ Οὐολοῦσκοι πλήθει τῶν Ῥωμαίων προὔχοντες ἀνέφερον καὶ περιῆσαν, τῶν πολεμίων οὐκ ἐχόντων ἴσον τῇ προθυμίᾳ τὸ πλῆθος.

ὁ δὲ Κοίντιος ὁρῶν νεκρούς τε πολλοὺς τῶν σφετέρων καὶ τῶν περιόντων τοὺς πλείους τραυματίας ἐμέλλησε μὲν ἀνακαλεῖσθαι τὴν δύναμιν, δείσας δέ, μὴ δόξαν παράσχῃ τοῖς πολεμίοις φυγῆς, παρακινδυνευτέον σφίσιν εἶναι ἔγνω. ἐπιλεξάμενος δὲ τῶν ἱππέων τοὺς κρατίστους κατὰ τὸ δεξιόν, ὃ μάλιστα ἔκαμνεν, τοῖς σφετέροις παρεβοήθει.

καὶ τὰ μὲν ἐπιτιμῶν τοῖς ἡγεμόσιν

v.3p.376
αὐτοῖς τῆς ἀνανδρίας, τὰ δʼ ὑπομιμνήσκων τῶν προτέρων ἀγώνων, τὰ δὲ τὴν αἰσχύνην ἐπιλεγόμενος καὶ τὸν κίνδυνον, ὃς καταλήψεσθαι αὐτοὺς ἔμελλεν ἐν τῇ φυγῇ, τελευτῶν εἶπεν οὐκ ἀληθές, ὃ μάλιστα μὲν τοῖς σφετέροις θάρσος παρέστησε, τοῖς δὲ πολεμίοις δέος. ἔφη γάρ, ὅτι θάτερον αὐτῶν ἤδη κέρας ἐξέωσε τοὺς πολεμίους καὶ ἐγγὺς ἤδη ἐστὶ τοῦ ἐκείνων χάρακος.

ταῦτʼ εἰπὼν ἐνσείει τοῖς πολεμίοις, καὶ καταβὰς ἀπὸ τοῦ ἵππου σὺν τοῖς ἀμφʼ αὐτὸν ἐπιλέκτοις τῶν ἱππέων συστάδην ἐμάχετο. ἐκ δὲ τούτου τόλμα τις ἐμπίπτει τοῖς κάμνουσι τέως, καὶ ὠθοῦνται ἅπαντες ὥσπερ ἕτεροί τινες γεγονότες· καὶ οἱ Οὐολοῦσκοι — τῇδε γὰρ ἐκεῖνοι ἐτάξαντο — μέχρι πολλοῦ διακαρτερήσαντες ἐνέκλιναν. ὡς δὲ τούτους ὁ Κοίντιος ἀπεώσατο, ἀναβὰς ἐπὶ τὸν ἵππον παρήλαυνεν ἐπὶ τὴν ἑτέραν τάξιν, καὶ ἐδείκνυε τοῖς ἐκεῖ πεζοῖς τὸ ἡττώμενον τῶν πολεμίων μέρος, καὶ παρεκελεύετο μὴ λείπεσθαι ἀρετῇ τῶν ἑτέρων.