Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

οἱ δʼ ὕπατοι καταγράψαντες τὰς δυνάμεις ἐξῆγον ἐκ τῆς πόλεως· Λεύκιος μὲν Οὐαλέριος Αἰκανοῖς πολεμήσων, Τιβέριος δʼ Αἰμίλιος Σαβίνοις. καὶ γὰρ οὗτοι κατὰ τὸν τῆς στάσεως καιρὸν ἐνέβαλον εἰς τὴν Ῥωμαίων χώραν καὶ πολλὴν αὐτῆς κακώσαντες ἀπῆλθον λείαν ἄφθονον περιβαλόμενοι. Αἰκανοὶ μὲν οὖν πολλάκις εἰς χεῖρας ἐλθόντες καὶ πολλὰς πληγὰς λαβόντες εἰς τὸν χάρακα ἐν ἐχυρῷ χωρίῳ κείμενον κατέφυγον καὶ τὸ λοιπὸν οὐκέτι προῄεσαν εἰς μάχην.

ὁ δὲ Οὐαλέριος ἐπεχείρησε μὲν ἐκπολιορκεῖν αὐτῶν τὸ στρατόπεδον, ἐκωλύθη δʼ ὑπὸ τοῦ δαιμονίου. προιόντι γὰρ αὐτῷ καὶ ἤδη ἔργου ἐχομένῳ ζόφος ἐξ οὐρανοῦ γίνεται καὶ ὄμβρος πολύς, ἀστραπαὶ δὲ καὶ βρονταὶ σκληραί. διασκεδασθείσης δὲ τῆς στρατιᾶς ὅ τε χειμὼν εὐθὺς ἐπαύσατο καὶ πολλὴ κατέσχε τὸν τόπον αἰθρία. τοῦτό τε δὴ τὸ ἔργον ὀττευσάμενος ὁ ὕπατος, καὶ τῶν μάντεων κωλυόντων ἔτι πολιορκεῖν τὸ χωρίον, ἀποτραπεὶς τὴν γῆν αὐτῶν ἐκάκου, καὶ ὅσῃ ἐπέτυχε λείᾳ τοῖς στρατιώταις ἅπασαν ὠφελεῖσθαι ἐφείς, ἀπῆγεν ἐπʼ

οἴκου τὴν δύναμιν. Τιβερίῳ δʼ Αἰμιλίῳ διεξιόντι τὴν πολεμίαν σὺν πολλῇ καταφρονήσει κατʼ ἀρχὰς καὶ οὐδὲν ἔτι προσδοκῶντι ἀντίπαλον ἐπῆλθεν ἡ Σαβίνων δύναμις καὶ γίνεται μάχη αὐτῶν ἐκ παρατάξεως μεσούσης μάλιστα τῆς ἡμέρας ἀρξαμένη μέχρι δύσεως ἡλίου.

v.3p.372
σκότους δʼ ἐπιλαμβάνοντος ἀνεχώρουν αἱ δυνάμεις ἐπὶ τοὺς ἑαυτῶν χάρακας οὔτε νικῶσαι οὔτε λειπόμεναι.

ταῖς δʼ ἑξῆς ἡμέραις νεκρούς τε τοὺς ἑαυτῶν ἐκήδευσαν οἱ ἡγεμόνες καὶ χάρακας ἐξωρύξαντο, καὶ γνώμας τὰς αὐτὰς εἶχον ἑκάτεροι, διὰ φυλακῆς τὰ οἰκεῖα ἔχειν καὶ μηκέτι ἄρχειν μάχης. ἔπειτα σὺν χρόνῳ τὰς σκηνὰς λύσαντες ἀπῆγον τὰς δυνάμεις.