Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταῦθʼ ὁ στρατηγὸς μαθὼν ἠναγκάσθη πᾶσι δοῦναι τὸ παράγγελμα τῆς ἐξόδου δείσας τὴν ἀναρχίαν αὐτῶν καὶ τὸ θράσος. οἱ δʼ ὥσπερ ἐκ φυγῆς ἀνασωζόμενοι τάχει πολλῷ συνάπτουσι τῇ πόλει περὶ τὸν ὄρθρον. καὶ οἱ ἐπὶ τῶν τειχῶν ἀγνοήσαντες, ὅτι φίλιον ἦν στράτευμα, ὅπλα τʼ ἐνεδύοντο καὶ ἀλλήλους ἀνεκάλουν, ἥ τʼ ἄλλη πόλις, ὡς ἐπὶ συμφορᾷ μεγάλῃ, ταραχῆς ἐγεγόνει μεστὴ καὶ θορύβου· καὶ οὐ πρότερον ἀνέῳξαν αὐτοῖς τὰς πύλας οἱ φύλακες, ἢ λαμπράν τε ἡμέραν γενέσθαι καὶ γνωσθῆναι τὸ οἰκεῖον στράτευμα.

v.3p.277

ὥστε πρὸς τῇ αἰσχύνῃ, ἣν ἐκ τοῦ καταλιπεῖν τὸν χάρακα ἠνέγκαντο, καὶ κίνδυνον οὐ τὸν ἐλάχιστον αὐτοὺς ἀναρρῖψαι, σκότους ἀπιόντας διὰ τῆς πολεμίας ἀτάκτως. εἴ γʼ οὖν τοῦτο καταμαθόντες οἱ πολέμιοι ἐκ παντὸς ἀπιοῦσιν αὐτοῖς ἠκολούθησαν, οὐδὲν ἂν ἐκώλυσεν ἅπασαν ἀπολωλέναι τὴν στρατιάν. τῆς δʼ ἀλόγου ταύτης ἀπάρσεως ἢ φυγῆς τὸ πρὸς τὸν ἡγεμόνα ἐκ τοῦ δήμου μῖσος, ὥσπερ ἔφην, αἴτιον ἦν, καὶ ὁ φθόνος τῆς ἐκείνου τιμῆς, ἵνα μὴ θριάμβου καταγωγῇ

κοσμηθεὶς ἐπιφανέστατος γένηται. τῇ δʼ ἑξῆς ἡμέρᾳ μαθόντες οἱ Τυρρηνοὶ τὴν ἄπαρσιν τῶν Ῥωμαίων νεκρούς τʼ αὐτῶν ἐσκύλευσαν καὶ τραυματίας ἀράμενοι ἀπήνεγκαν τάς τε καταλειφθείσας ἐν τῷ χάρακι παρασκευάς — πολλαὶ δʼ ἦσαν ὡς εἰς χρόνιον παρεσκευασμέναι πόλεμον — διεφόρησαν, καὶ ὡς δὴ κρατοῦντες τῆς χώρας τῶν πολεμίων τὴν ἐγγυτάτω λεηλατήσαντες ἀπῆγον τὴν στρατιάν.