Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ δʼ ἕτερος τῶν ὑπάτων Γάιος Ναύτιος, ᾧ προσέκειτο κατὰ κλῆρον ἡ τῶν συμμάχων Λατίνων τε καὶ Ἑρνίκων φυλακή, βραδυτέραν ἐποιήσατο τὴν ἔξοδον· οὔτʼ ἀπορίᾳ οὔτʼ ὄκνῳ τοῦ κινδύνου κρατηθείς, τὴν δʼ ἀδηλότητα τοῦ πρὸς Οὐιεντανοὺς πολέμου καραδοκῶν, ἵνʼ ἐάν τι συμβῇ πταῖσμα περὶ τὴν ἐκεῖ στρατιὰν ἐν ἑτοίμῳ τις ὑπάρχῃ τῇ πόλει συνεστῶσα δύναμις, ἣ κωλύσει τοὺς πολεμίους εἰς τὴν χώραν ἐμβαλεῖν, ἐὰν ὥσπερ οἱ πρότερον ἐλάσαντες ἐπὶ τὴν Ῥώμην ἐπιτειχίζειν τινὰ κατὰ τῆς πόλεως χωρία ἐπιβάλωνται.

ἐν δὲ τῷ μεταξὺ τούτου χρόνῳ καὶ ὁ κατὰ τῶν Λατίνων πόλεμος, ὃν ἐπῆγον αὐτοῖς Αἰκανοί τε καὶ Οὐολοῦσκοι τέλος εὐτυχὲς ἔσχε· καὶ παρῆσάν τινες ἀγγέλλοντες

v.3p.338
μάχῃ νικηθέντας ἀπεληλυθέναι τοὺς πολεμίους ἐκ τῆς χώρας αὐτῶν, καὶ μηδεμιᾶς τοῖς συμμάχοις ἔτι δεῖν βοηθείας κατὰ τὸ παρόν· ὁ μέντοι Ναύτιος οὐδὲν ἧττον, ἐπειδὴ τὰ ἐν τῇ Τυρρηνίᾳ πράγματα καλῶς σφίσιν ἐχώρησεν, ἐξῆγε τὴν στρατιάν.

ἐμβαλὼν δʼ εἰς τὴν Οὐολούσκων χώραν καὶ πολλὴν αὐτῆς διεξελθὼν ἔρημον ἀφειμένην, ἀνδραπόδων μὲν καὶ βοσκημάτων ὀλίγων πάνυ ἐκράτησεν, ἀρούρας δʼ αὐτῶν ἐν ἀκμῇ τοῦ σίτου ὄντος ἐμπρήσας καὶ ἄλλα οὐκ ὀλίγα τῶν ἐν τοῖς ἀγροῖς λωβησάμενος οὐδενὸς ὁμόσε χωροῦντος ἀπῆγε τὴν στρατιάν· ταῦτα μὲν ἐπὶ τούτων τῶν ἀνδρῶν ἐπράχθη.