Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τῇ δʼ ἑξῆς ἡμέρᾳ μαθόντες τὴν κατασχοῦσαν τοὺς σφετέρους τύχην οἱ κατέχοντες τὸ φρούριον, καὶ ὅτι τὸ μὲν πλεῖον ἀπόλωλε τῆς στρατιᾶς μέρος ἐν ταῖς ἁρπαγαῖς, τὸ δὲ κράτιστον ἐν ὄρει πολιορκεῖται κατακεκλεισμένον ἐρήμῳ, καὶ εἰ μὴ ταχεῖά τις αὐτοῖς ἥξει βοήθεια, σπάνει τῶν ἀναγκαίων φθάσουσιν ἐξαιρεθέντες, ἐξῄεσαν κατὰ σπουδὴν ὀλίγους πάνυ καταλιπόντες ἐν τῷ φρουρίῳ φύλακας. καὶ αὐτοὺς οἱ Τυρρηνοί, πρὶν ἢ συμμῖξαι τοῖς ἑτέροις ἐπικαταδραμόντες ἐκ τῶν χωρίων κυκλοῦνταί τε, καὶ πολλὰ γενναῖα ἔργα ἀποδειξαμένους διαφθείρουσιν ἅπαντας σὺν χρόνῳ.

μετʼ οὐ πολὺ δὲ καὶ οἱ τὸν λόφον καταλαβόμενοι λιμῷ τε καὶ δίψῃ πιεζόμενοι ὁμόσε χωρεῖν τοῖς πολεμίοις ἔγνωσαν· καὶ συμπεσόντες ὀλίγοι πρὸς πολλοὺς ἕωθεν ἀρξάμενοι μέχρι νυκτὸς ἐμάχοντο· καὶ τοσοῦτον ἐποίησαν τῶν πολεμίων φόνον, ὥστε τοὺς σωροὺς τῶν νεκρῶν ἐμποδὼν αὐτοῖς εἶναι τῆς μάχης πολλαχῇ κεχυμένους. οἱ δὲ Τυρρηνοὶ πλεῖον ἢ τὸ τρίτον τῆς στρατιᾶς μέρος ἀπολωλεκότες καὶ περὶ τοῦ λοιποῦ δείσαντες, μικρὸν ἀνασχόντες τὰ ὅπλα διὰ τῶν ἀνακλητικῶν ἐπεκηρυκεύοντο πρὸς τοὺς ἄνδρας, ἄδειαν αὐτοῖς ὑπισχνούμενοι καὶ δίοδον, ἐὰν τὰ ὅπλα ἀποθῶνται καὶ τὸ φρούριον ἐκλίπωσιν.

οὐ προσδεξαμένων δὲ τῶν ἀνδρῶν τὰς προκλήσεις, ἀλλὰ τὸν εὐγενῆ θάνατον αἱρουμένων ἐπῄεσαν αὐτοῖς αὖθις ἐκ διαδοχῆς, συστάδην μὲν καὶ ἐκ χειρὸς οὐκέτι μαχόμενοι, πρόσωθεν δὲ βάλλοντες ἀθρόοι λόγχαις καὶ χερμάσι, καὶ ἦν νιφετῷ παραπλήσιος

v.3p.311
ἡ πληθὺς τῶν βελῶν. οἱ δὲ Ῥωμαῖοι συστρεφόμενοι κατὰ λόχους προσέτρεχον αὐτοῖς οὐχ ὑφισταμένοις καὶ πολλὰς πληγὰς λαμβάνοντες ὑπὸ τῶν πέριξ ὑπέμενον.

ὡς δὲ τά τε ξίφη πολλοῖς ἄχρηστα ἦν τὰ μὲν ἀπεστομωμένα τὰς ἀκμάς, τὰ δὲ κατεαγότα, καὶ τῶν ἀσπίδων τὰ πέριξ ἴτυος ἐχόμενα διετέθρυπτο, ἔξαιμοί τε οἱ πλείους καὶ καταβελεῖς καὶ παράλυτοι τὰ μέλη διὰ πλῆθος τραυμάτων ἦσαν, καταφρονήσαντες αὐτῶν οἱ Τυρρηνοὶ χωροῦσιν ὁμόσε· καὶ οἱ Ῥωμαῖοι προσπίπτοντες ὥσπερ θηρία δόρατά τʼ αὐτῶν ἐπιλαμβανόμενοι κατέκλων, καὶ ξίφη δραττόμενοι κατὰ τὰς ἀκμὰς ἀπέσπων, καὶ περικυλίοντες εἰς τὴν γῆν τὰ σώματα συνεφύροντο θυμῷ τὸ πλεῖον ἢ δυνάμει διαγωνιζόμενοι.

ὥστʼ οὐκέτι συνῄεσαν αὐτοῖς εἰς χεῖρας οἱ πολέμιοι, τό τε καρτερικὸν ἐκπληττόμενοι τῶν ἀνδρῶν, καὶ τὴν ἀπόνοιαν, ἣν προσειλήφεσαν, κατὰ τὴν ἀπόγνωσιν τοῦ ζῆν δεδιότες· ἀλλʼ ἀποστάντες αὖθις ἔβαλλον ἀθρόοι καὶ ξύλοις καὶ λίθοις καὶ ὅτῳ ἄλλῳ ἐντύχοιεν, καὶ τελευτῶντες ἐγκατέχωσαν αὐτοὺς τῷ πλήθει τῶν βελῶν. διαφθείραντες δὲ τοὺς ἄνδρας ἔθεον ἐπὶ τὸ φρούριον, ἔχοντες τὰς τῶν ἐπιφανεστάτων κεφαλάς,

ὡς ἐξ ἐφόδου τοὺς ἐκεῖ παραληψόμενοι. οὐ μὴν ἐχώρησέ γʼ αὐτοῖς κατʼ ἐλπίδα τὸ ἔργον· οἱ γὰρ καταλειφθέντες ἐν αὐτῷ ζηλώσαντες τὸ εὐγενὲς τοῦ θανάτου τῶν θʼ ἑταίρων καὶ τῶν συγγενῶν ἐξῆλθον ὀλίγοι παντάπασιν ὄντες, καὶ πολὺν ἀγωνισάμενοι χρόνον τὸν αὐτὸν τρόπον τοῖς ἑτέροις ἅπαντες διεφθάρησαν·

v.3p.312
τὸ δὲ χωρίον ἔρημον οἱ Τυρρηνοὶ παρέλαβον. ἐμοὶ μὲν δὴ ὁ λόγος οὗτος πιστότερος ἐφαίνετο πολὺ τοῦ προτέρου· φέρονται δʼ ἐν γραφαῖς Ῥωμαίων ἀξιοχρέοις ἀμφότεροι.