Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

μετὰ δὲ τούτους παραλαμβάνουσι τὴν ὑπατείαν Γάιος Ὁράτιος καὶ Τῖτος Μενήνιος ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ ἕκτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Σκάμανδρος Μιτυληναῖος ἄρχοντος Ἀθήνησι Φαίδωνος. τούτοις κατʼ ἀρχὰς μὲν ὁ πολιτικὸς θόρυβος ἐμποδὼν ἐγένετο πράττειν τὰ κοινὰ ἠρεθισμένου τοῦ δήμου καὶ οὐδὲν ἐῶντος ἕτερον ἐπιτελεῖσθαι τῶν κοινῶν, ἕως ἂν μερίσηται τὴν δημοσίαν γῆν, χρόνῳ δʼ ὕστερον εἶξε τὰ παρακινοῦντα καὶ ταραττόμενα τῇ ἀνάγκῃ συγχωρήσαντα καὶ ἐπὶ τὰς στρατείας ἑκούσια ἦλθε.

Τυρρηνῶν γὰρ αἱ μὴ μετασχοῦσαι τῆς εἰρήνης ἕνδεκα πόλεις

v.3p.306
ἀγορὰν ποιησάμεναι κοινὴν κατηγόρουν τοῦ Οὐιεντανῶν ἔθνους, ὅτι τὸν πρὸς Ῥωμαίους πόλεμον οὐ μετὰ κοινῆς γνώμης κατελύσαντο, καὶ δυεῖν θάτερον αὐτοὺς ἠξίουν πράττειν, ἢ λύειν τὰ πρὸς Ῥωμαίους ὁμολογηθέντα

ἢ πολεμεῖν σφίσι μετʼ ἐκείνων. οἱ δὲ Οὐιεντανοὶ τῆς μὲν εἰρήνης τὴν ἀνάγκην ᾐτιῶντο, ὅπως δʼ ἂν αὐτὴν καταλύσαιντο εὐπρεπῶς εἰς κοινὸν ἐτίθεσαν σκοπεῖν. ἔπειτα ὑποτίθεταί τις αὐτοῖς ἔγκλημα ποιησαμένοις τὸν ἐπιτειχισμὸν τῆς Κρεμέρας καὶ τὸ μὴ ἀπανίστασθαι τοὺς φρουροὺς ἀπʼ αὐτῆς, λόγῳ μὲν πρῶτον ἀξιοῦν αὐτοὺς ἐκλιπεῖν τὸ χωρίον, ἐὰν δὲ μὴ πείθωσι, πολιορκεῖν τὸ φρούριον, καὶ ταύτην ἀρχὴν ποιήσασθαι τοῦ πολέμου.

ταῦτα συνθέμενοι ἀπηλλάττοντο ἐκ τοῦ συλλόγου· καὶ μετʼ οὐ πολὺ Οὐιεντανοὶ μὲν ἀποστείλαντες πρεσβείαν ὡς τοὺς Φαβίους ἀπῄτουν παρʼ αὐτῶν τὸ φρούριον, Τυρρηνία δὲ πᾶσα ἦν ἐν τοῖς ὅπλοις. ταῦτα Ῥωμαῖοι αἰσθόμενοι Φαβίων αὐτοῖς ἐπιστειλάντων ἔγνωσαν ἀμφοτέρους ἐκπορεύεσθαι τοὺς ὑπάτους ἐπὶ τὸν πόλεμον, τόν τʼ ἀπὸ Τυρρηνίας ἐπαγόμενον σφίσι καὶ τὸν ἔτι πρὸς Οὐολούσκους συνεστῶτα.

Ὁράτιος μὲν οὖν ἄγων δύο τάγματα καὶ ἀπὸ τῶν ἄλλων συμμάχων τοὺς ἱκανοὺς ἐξήγαγε τὴν δύναμιν ἐπὶ Οὐολούσκους. Μενήνιος δὲ τοσαύτην στρατιὰν ἑτέραν ἄγων ἐπὶ Τυρρηνοὺς ἔμελλε ποιεῖσθαι τὴν ἔξοδον. παρασκευαζομένου δʼ αὐτοῦ καὶ τρίβοντος τὸν

v.3p.307
χρόνον ἔφθη τὸ ἐν Κρεμέρᾳ φρούριον ἐξαιρεθὲν ὑπὸ τῶν πολεμίων, καὶ τὸ Φαβίων γένος ἅπαν ἀπολόμενον. περὶ δὲ τῆς κατασχούσης τοὺς ἄνδρας συμφορᾶς διττὸς φέρεται λόγος, ὁ μὲν ἧττον πιθανός, ὁ δὲ μᾶλλον τῆς ἀληθείας ἁπτόμενος. θήσω δʼ αὐτοὺς ἀμφοτέρους, ὡς παρέλαβον.