Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

συναχθείσης δὲ μετὰ τοῦτο τῆς βουλῆς ὑπὸ τῶν ὑπάτων καὶ σκέψεως γενομένης, τίνα χρὴ πολεμεῖν τοῖς Οὐιεντανοῖς τρόπον, ἡ νικῶσα ἦν γνώμη, στράτευμα συνεστηκὸς ἔχειν ἐπὶ τοῖς ὁρίοις, ὃ διὰ φυλακῆς ἕξει τὴν χώραν θυραυλοῦν καὶ αἰεὶ μένον ἐν τοῖς ὅπλοις. ἐλύπει δʼ αὐτοὺς ἥ τʼ εἰς τοὺς φρουροὺς δαπάνη πολλὴ σφόδρα ἐσομένη, τοῦ τε κοινοῦ ταμιείου διὰ τὰς συνεχεῖς στρατείας ἐξαναλωμένου καὶ τῶν ἰδίων βίων ἀπειρηκότων ταῖς εἰσφοραῖς· καὶ ἔτι μᾶλλον ἡ τῶν ἀποσταλησομένων φρουρῶν καταγραφὴ τίνα τρόπον ἂν γένοιτο, ὡς οὐκ ἂν ἑκουσίων γέ τινων προκειμένων

v.3p.298
ἁπάντων, καὶ μὴ ἐκ διαδοχῆς, ἀλλὰ συνεχῶς ταλαιπωρεῖν ὑποστησομένων.

ἀδημονούσης δʼ αὐτῆς ἐπʼ ἀμφοτέροις τούτοις συγκαλέσαντες οἱ δύο Φάβιοι τοὺς μετέχοντας τοῦ σφετέρου γένους καὶ βουλευσάμενοι μετʼ αὐτῶν ὑπέσχοντο τῇ βουλῇ τοῦτο τὸ κινδύνευμα αὐτοὶ περὶ πάντων ἑκόντες ὑπομενεῖν, πελάτας τε τοὺς ἑαυτῶν ἐπαγόμενοι καὶ φίλους καὶ τέλεσι τοῖς ἰδίοις, ὅσον ἂν χρόνον ὁ πόλεμος διαμένῃ, στρατευόμενοι.

ἀγασθέντων δʼ αὐτοὺς ἁπάντων τοῦ γενναίου τῆς προθυμίας καὶ τὸ νικᾶν παρʼ ἓν τοῦτο τὸ ἔργον τιθεμένων, κλεινοὶ καὶ περιβόητοι καθʼ ὅλην τὴν πόλιν ὄντες ἐξῄεσαν ἀναλαβόντες τὰ ὅπλα σὺν εὐχαῖς καὶ θυσίαις. ἡγεῖτο δʼ αὐτῶν Μάρκος Φάβιος ὁ τῷ παρελθόντι ὑπατεύσας ἔτει καὶ νικήσας τοὺς Τυρρηνοὺς τῇ μάχῃ, τετρακισχιλίους μάλιστα ἐπαγόμενος, ὧν τὸ μὲν πλεῖον πελατῶν τε καὶ ἑταίρων ἦν, ἐκ δὲ τοῦ Φαβίων γένους ἓξ καὶ τριακόσιοι ἄνδρες. εἵπετο δʼ αὐτοῖς μετʼ οὐ πολὺ καὶ ἡ Ῥωμαίων δύναμις, ἧς ἡγεῖτο Καίσων Φάβιος ὁ ἕτερος τῶν ὑπάτων.

γενόμενοι δὲ ποταμοῦ Κρεμέρας πλησίον, ὃς οὐ μακρὰν ἀπέχει τῆς Οὐιεντανῶν πόλεως, ὑπὲρ ὄχθου τινὸς ἀποτόμου καὶ περιρρῶγος ἐπετείχιζον αὐτοῖς φρούριον ἱκανὸν φυλάττεσθαι τοσαύτῃ στρατιᾷ τάφρους τʼ ὀρυξάμενοι περὶ αὐτὸ διπλᾶς καὶ πύργους ἐγείραντες πυκνούς· καὶ ὠνομάσθη τὸ φρούριον ἐπὶ τοῦ ποταμοῦ Κρεμέρα. οἷα δὲ πολυχειρίας τʼ ἐργαζομένης καὶ ὑπάτου συλλαμβάνοντος,

θᾶττον ἢ κατὰ δόξαν ἐτελέσθη τὸ ἔργον. καὶ μετὰ

v.3p.299
τοῦτʼ ἐξαγαγὼν τὴν δύναμιν παρήλασεν ἐπὶ θάτερα τὰ μέρη τῆς Οὐιεντανῶν χώρας τὰ πρὸς τὴν ἄλλην ἐστραμμένα Τυρρηνίαν, ἔνθα ἦν τοῖς Οὐιεντανοῖς τὰ βοσκήματα, οὐδέποτε στρατὸν ἥξειν Ῥωμαίων ἐκεῖ προσδεχομένοις. περιβαλόμενος δὲ πολλὴν λείαν ἀπῆγεν ἐπὶ τὸ νεόκτιστον φρούριον, χαίρων ἐπὶ τῇ ἄγρᾳ κατʼ ἀμφότερα, τῆς τʼ οὐ διὰ μακροῦ τῶν πολεμίων τιμωρίας ἕνεκα, καὶ ὅτι τοῖς φρουροῖς τοῦ χωρίου πολλὴν ἔμελλε παρέξειν εὐπορίαν. οὐδὲν γὰρ οὔτʼ εἰς τὸ δημόσιον ἀνήνεγκεν, οὔτε τοῖς στρατευομένοις ἰδιώταις ἀπένειμεν, ἀλλὰ καὶ πρόβατα καὶ ὑποζύγια καὶ ζεύγη βοεικὰ καὶ σίδηρον καὶ τἆλλα, ὅσα εἰς γεωργίαν ἐπιτήδεια ἦν, τοῖς περιπόλοις τῆς χώρας ἐχαρίσατο.

ταῦτα διαπραξάμενος ἀπῆγεν ἐπʼ οἴκου τὴν στρατιάν. τοῖς δὲ Οὐιεντανοῖς μετὰ τὸν ἐπιτειχισμὸν τοῦ χωρίου κακῶς πάνυ τὰ πράγματʼ εἶχεν, οὔτε τὴν γῆν ἔτι δυναμένοις ἀσφαλῶς γεωργεῖν οὔτε τὰς ἔξωθεν εἰσαγομένας ἀγορὰς δέχεσθαι.

νείμαντες γὰρ εἰς τέτταρα μέρη τὴν στρατιὰν οἱ Φάβιοι, τῷ μὲν ἑνὶ διεφύλαττον τὸ χωρίον, τοῖς δὲ τρισὶ τὴν χώραν τῶν πολεμίων ἄγοντές τε καὶ φέροντες ἀεὶ διετέλουν· καὶ πολλάκις τῶν Οὐιεντανῶν ἐκ τοῦ φανεροῦ τʼ αὐτοῖς ἐπιθεμένων χειρὶ οὐκ ὀλίγῃ καὶ εἰς χωρία ἐνέδραις κατεχόμενα ὑπαγομένων, περιῆσαν ἀμφοτέρως καὶ πολλοὺς νεκροὺς ποιήσαντες ἀσφαλῶς ἀπῄεσαν εἰς τὸ χωρίον. ὥστʼ οὐδʼ ὁμόσε χωρεῖν

v.3p.300
αὐτοῖς ἔτι οἱ πολέμιοι ἐτόλμων, ἀλλὰ τειχήρεις μένοντες τὰ πολλὰ καὶ κλέπτοντες τὰς ἐξόδους διετέλουν, καὶ ὁ μὲν χειμὼν ἐκεῖνος οὕτως ἐτελεύτα.