Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐν ᾧ δὲ ταῦτʼ ἐγίνετο, οἱ τὸν χάρακα τὸν ἐκλειφθέντα ὑπὸ τοῦ Μαλλίου καταλαβόμενοι Τυρρηνοὶ συνθήματος ἀρθέντος ἀπὸ τοῦ στρατηγίου σὺν τάχει πολλῷ καὶ προθυμίᾳ μεγάλῃ χωροῦντες ἐπὶ τὸν ἕτερον ἠπείγοντο τῶν Ῥωμαίων χάρακα, ὡς οὐκ ἀξιοχρέῳ δυνάμει

v.3p.291
φυλαττόμενον. καὶ ἦν ἡ δόξα αὐτῶν ἀληθής. ἔξω γὰρ τῶν τριαρίων καὶ ὀλίγων ἄλλων τῶν ἐν ἀκμῇ τὸ λοιπὸν πλῆθος ἐμπόρων τε καὶ θεραπόντων καὶ χειροτεχνῶν ἦν ἐν αὐτῷ· γίνεταί τε πολλῶν εἰς ὀλίγον συνελασθέντων χωρίον· περὶ γὰρ. ταῖς πύλαις ὁ ἀγὼν ἦν· ὀξεῖα καὶ χαλεπὴ μάχη, καὶ νεκροὶ παρʼ ἀμφοτέρων πολλοί.

ἐν τούτῳ τῷ ἔργῳ ὅ τε Μάλλιος ὕπατος ἐκβοηθῶν ἅμα τοῖς ἱππεῦσιν, ἐπειδὴ ὁ ἵππος ἔπεσε συγκατενεχθεὶς καὶ ἀδύνατος ὢν ἀναστῆναι ὑπὸ πλήθους τραυμάτων, ἀποθνήσκει καὶ πολλοὶ καὶ ἀγαθοὶ περὶ αὐτὸν ἄλλοι νέοι. μετὰ δὲ τὸ πάθος τοῦτʼ εὐθὺς ὁ χάραξ ἡλίσκετο, καὶ τέλος εἶχε τοῖς Τυρρηνοῖς τὰ

μαντεύματα εἰ μὲν οὖν ἐταμιεύσαντο τὴν παροῦσαν εὐτυχίαν καὶ διὰ φυλακῆς ἔσχον τὸν χάρακα, τάς τʼ ἀποσκευὰς τῶν Ῥωμαίων κατέσχον καὶ αὐτοὺς αἰσχρῶς ἀπελθεῖν ἠνάγκασαν· νῦν δὲ πρὸς ἁρπαγὴν τῶν ἀπολειφθέντων τραπόμενοι καὶ ἀναψύχοντες τὸ λοιπὸν οἱ πλείους καλὴν ἄγραν ἐκ τῶν χειρῶν ἀφῃρέθησαν. ὡς γὰρ ἀπηγγέλθη θατέρῳ τῶν ὑπάτων ἡ τοῦ χάρακος ἅλωσις, ἠπείγετο σὺν τοῖς ἀρίστοις ἱππέων τε καὶ πεζῶν.

καὶ οἱ Τυρρηνοὶ μαθόντες αὐτὸν ἐπιόντα περιεστεφάνωσαν τὸν χάρακα, μάχη τʼ αὐτῶν γίνεται καρτερὰ τῶν μὲν ἀνασώσασθαι βουλομένων τὰ σφέτερα, τῶν δέ, μὴ πασσυδὶ διαφθαρῶσιν ἁλόντος τοῦ χάρακος, δεδοικότων. χρόνου δὲ γινομένου πλείονος καὶ τῶν Τυρρηνῶν πολλὰ πλεονεκτούντων — ἦν γὰρ αὐτοῖς ἐξ

v.3p.292
ὑπερδεξίων τε χωρίων καὶ πρὸς ἀνθρώπους διʼ ἡμέρας ὅλης κεκμηκότας ἡ μάχη — Τῖτος Σίκκιος ὁ πρεσβευτὴς καὶ ἀντιστράτηγος, κοινωσάμενος τῷ ὑπάτῳ τὴν αὑτοῦ διάνοιαν τὸ ἀνακλητικὸν ἐκέλευε σημαίνειν, καὶ

καθʼ ἓν ἅπαντας γενομένους μιᾷ προσβάλλειν πλευρᾷ τοῦ χάρακος, καθʼ ὃ μάλιστα τὸ χωρίον ἦν ἐπιμαχώτατον· τὰ δὲ κατὰ τὰς πύλας εἴασε μέρη κατά τινα εἰκότα λογισμόν, ὃς οὐκ ἐψεύσατο αὐτόν, ὅτι σωθήσεσθαι μὲν ἐλπίσαντες οἱ Τυρρηνοὶ μεθήσονται τοῦ χάρακος, ἐν ἀπογνώσει δὲ τούτου γενόμενοι κυκλώσεώς τε πάντοθεν ὑπὸ τῶν πολεμίων γενομένης καὶ οὐδεμιᾶς ὑπαρχούσης ἐξόδου ἀναγκαῖον ἕξουσι τὸ εὔτολμον.

γενομένης δὲ καθʼ ἓν χωρίον τῆς προσβολῆς οὐκέτι πρὸς ἀλκὴν οἱ Τυρρηνοὶ ἐτράποντο, ἀλλʼ ἀνοίξαντες τὰς πύλας ἐπὶ τὸν ἑαυτῶν ἀνεσώζοντο χάρακα.