Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐπιβαλλομένων δέ τινων καὶ τοὺς παῖδας ἀποκτεῖναι τοῦ Κασσίου δεινὸν τὸ ἔθος ἔδοξεν εἶναι τῇ βουλῇ καὶ ἀσύμφορον· καὶ συνελθοῦσα ἐψηφίσατο ἀφεῖσθαι τὰ μειράκια τῆς τιμωρίας καὶ ἐπὶ πάσῃ ἀδείᾳ ζῆν, μήτε φυγῇ μήτʼ ἀτιμίᾳ μήτʼ ἄλλῃ συμφορᾷ ζημιωθέντα. καὶ ἐξ ἐκείνου τὸ ἔθος τοῦτο Ῥωμαίοις ἐπιχώριον γέγονεν ἕως τῆς καθʼ ἡμᾶς διατηρούμενον ἡλικίας, ἀφεῖσθαι τιμωρίας ἁπάσης τοὺς παῖδας, ὧν ἂν οἱ πατέρες ἀδικήσωσιν, ἐάν τε τυράννων ὄντες υἱοὶ τύχωσιν, ἐάν τε πατροκτόνων, ἐάν τε προδοτῶν, ὃ

μέγιστόν ἐστι παρʼ ἐκείνοις ἀδίκημα. οἵ τε καταλῦσαι τὸ ἔθος τοῦτʼ ἐπιβαλόμενοι κατὰ τοὺς ἡμετέρους χρόνους μετὰ τὴν συντέλειαν τοῦ Μαρσικοῦ τε καὶ ἐμφυλίου πολέμου, καὶ τοὺς παῖδας τῶν ἐπικηρυχθέντων ἐπὶ Σύλλα πατέρων ἀφελόμενοι τὸ μετιέναι τὰς πατρίους ἀρχὰς καὶ βουλῆς μετέχειν καθʼ ὃν ἐδυνάστευον αὐτοὶ χρόνον, ἐπίφθονόν τʼ ἀνθρώποις καὶ νεμεσητὸν θεοῖς ἔργον ἔδοξαν ἀποδείξασθαι. τοιγάρτοι δίκη μὲν

v.3p.250
ἐκείνοις σὺν χρόνῳ τιμωρὸς οὐ μεμπτὴ παρηκολούθησε, δι’ ἣν ἐκ μεγίστου τέως αὐχήματος εἰς ταπεινότατον πτῶμα κατήχθησαν, καὶ οὐδὲ γένος τὸ ἐξ αὐτῶν ὅτι μὴ κατὰ γυναῖκας ἔτι λείπεται.

τὸ δʼ ἔθος εἰς τὸν ἐξ ἀρχῆς κόσμον ὁ τούτους καθελὼν ἀνὴρ ἀποκατέστησε. παρʼ Ἕλλησι δʼ οὐχ οὕτως ἐνίοις ὁ νόμος ἔχει, ἀλλὰ τοὺς ἐκ τυράννων γενομένους οἱ μὲν συναποκτίννυσθαι τοῖς πατράσι δικαιοῦσιν, οἱ δʼ ἀειφυγίᾳ κολάζουσιν, ὥσπερ οὐκ ἐνδεχομένης τῆς φύσεως χρηστοὺς παῖδας ἐκ πονηρῶν πατέρων ἢ κακοὺς ἐξ ἀγαθῶν γενέσθαι. ἀλλʼ ὑπὲρ μὲν τούτων εἴτε ὁ παρʼ Ἕλλησιν ἀμείνων νόμος εἴτε τὸ Ῥωμαίων ἔθος κρεῖττον, ἀφίημι τῷ βουλομένῳ σκοπεῖν· ἐπάνειμι δʼ ἐπὶ τὰ ἑξῆς.