Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταύτην εἰσηγησαμένου τὴν γνώμην Ἀππίου καὶ σφόδρα δόξαντος εὐδοκιμεῖν δεύτερος ἐρωτηθεὶς Αὖλος Σεμπρώνιος Ἀτρατῖνος ἔλεξεν· Ἄππιον μὲν οὐ νῦν ἔχω πρῶτον ἐπαινεῖν, ὡς φρονῆσαί τε ἱκανώτατον πρὸ πολλοῦ τὰ μέλλοντα καὶ γνώμας τὰς καλλίστας τε καὶ ὠφελιμωτάτας ἀποδεικνύμενον βέβαιόν

v.3p.240
τε καὶ ἀμετακίνητον ἐν τοῖς κριθεῖσι καὶ οὔτε φόβῳ εἴκοντα οὔτε χάρισιν ὑποκατακλινόμενον. ἀεὶ γὰρ ἐπαινῶν αὐτὸν καὶ θαυμάζων διατελῶ τοῦ τε φρονίμου καὶ τῆς γενναιότητος, ἣν παρὰ τὰ δεινὰ ἔχει. γνώμην τʼ οὐχ ἑτέραν, ἀλλὰ καὶ αὐτὸς ταύτην ἀποδείκνυμαι, μικρὰ ἔτι προσθεὶς αὐτῇ, ἅ μοι παραλιπεῖν Ἄππιος ἐδόκει.

Ἕρνικας μὲν γὰρ καὶ Λατίνους, οἷς νεωστὶ δεδώκαμεν τὴν ἰσοπολιτείαν, οὐδʼ αὐτὸς οἶμαι δεῖν κληρουχεῖν τὰ ἡμέτερα. οὐ γάρ, ἐξ οὗ προσῆλθον εἰς τὴν φιλίαν ἡμῖν, ταύτην τὴν γῆν κτησάμενοι ἔχομεν, ἀλλὰ παλαίτερον ἔτι τοῖς ἑαυτῶν κινδύνοις οὐθενὸς ἄλλου προσωφελήσαντος ἀφελόμενοι τοὺς ἐχθρούς. ἀποκρινώμεθά τʼ αὐτοῖς, ὅτι τὰς μὲν πρότερον ὑπαρχούσας ἡμῖν κτήσεις, ὅσας ἕκαστοι εἴχομεν, ὅτε τὴν φιλίαν συνετιθέμεθα, ἰδίας τε καὶ ἀναφαιρέτους ἑκάστοις δεῖ μένειν, ὅσων δʼ ἄν, ἀφʼ οὗ τὰς συνθήκας ἐποιησάμεθα, κοινῇ στρατεύσαντες ἐκ πολέμου κύριοι γενώμεθα, τούτων ὑπάρξει τὸ ἐπιβάλλον ἑκάστοις λάχος.

ταῦτα γὰρ οὔτε τοῖς συμμάχοις ὡς ἀδικουμένοις ὀργῆς παρέξει δικαίας προφάσεις, οὔτε τῷ δήμῳ δέος, μὴ δόξῃ τὰ κερδαλεώτερα πρὸ τῶν εὐπρεπεστέρων αἱρεῖσθαι. τῇ τε αἱρέσει τῶν ἀνδρῶν, οὓς Ἄππιος ἠξίου ὁριστὰς γενέσθαι τῆς δημοσίας γῆς, πάνυ εὐδοκῶ. πολλὴν γὰρ ἡμῖν τοῦτʼ οἴσει παρρησίαν πρὸς τοὺς δημοτικούς, ἐπεὶ νῦν γʼ ἄχθονται κατʼ ἀμφότερα, καὶ ὅτι αὐτοὶ τῶν δημοσίων οὐθὲν ἀπολαύουσι κτημάτων,

v.3p.241
καὶ ὅτι ἐξ ἡμῶν τινες οὐ δικαίως αὐτὰ καρποῦνται. ἐὰν δὲ δημοσιωθέντα ἴδωσι καὶ τὰς ἀπʼ αὐτῶν προσόδους εἰς τὰ κοινὰ καὶ ἀναγκαῖα δαπανωμένας, οὐδὲν ὑπολήψονται σφίσι διαφέρειν τῆς γῆς ἢ τῶν ἐξ αὐτῆς καρπῶν μετέχειν.

ἐῶ γὰρ λέγειν, ὅτι τῶν ἀπόρων ἐνίους μᾶλλον εὐφραίνουσιν αἱ ἀλλότριαι βλάβαι τῶν ἰδίων ὠφελειῶν. οὐ μὴν ἀποχρῆν γʼ οἴομαι τούτων ἑκάτερον ἐν τῷ ψηφίσματι γράφειν, ἀλλὰ καὶ διʼ ἄλλης τινὸς οἴομαι δεῖν θεραπείας μετρίας τὸν δῆμον οἰκειώσασθαί τε καὶ ἀναλαβεῖν· ἣν μετὰ μικρὸν ἐρῶ, τὴν αἰτίαν πρῶτον ὑμῖν ἀποδειξάμενος, μᾶλλον δὲ τὴν ἀνάγκην, διʼ ἣν καὶ τοῦτο πρακτέον ἡμῖν.