Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἡμέραις δʼ ὀλίγαις ὕστερον ἐξελθόντες εἰς τὴν ὕπαιθρον Ῥωμαῖοι πολλῇ στρατιᾷ τῶν ὑπάτων ἀγόντων ἀμφοτέρων, καὶ προελθόντες ἄχρι τῶν ὅρων τῆς σφετέρας κατεστρατοπέδευσαν ἐπὶ λόφοις δυσίν, ἴδιον ἑκατέρου τῶν ὑπάτων στρατόπεδον ἐπὶ τοῖς ἐρυμνοτάτοις καταστησαμένου. οὐ μὴν ἔδρασάν γε οὐδὲν οὔτε μεῖζον οὔτʼ ἔλαττον, ἀλλʼ ἀνέστρεψαν ἄπρακτοι, καίτοι καλὰς ἀφορμὰς δόντων αὐτοῖς τῶν πολεμίων δρᾶσαί τι γενναῖον.

πρότεροι γὰρ ἔτι τούτων Οὐολοῦσκοί τε καὶ Αἰκανοὶ στρατὸν ἐπὶ τὴν Ῥωμαίων γῆν ἤγαγον γνώμην ποιησάμενοι μὴ ἀνεῖναι τὸν καιρόν, ἀλλʼ, ἕως ἔτι καταπεπλῆχθαι τὸ ἀντίπαλον ἐδόκουν, χωρεῖν ἐπʼ αὐτό, ὡς καὶ ἑκούσιον διὰ δέος παραστησόμενον. στασιάσαντες δὲ περὶ τῆς ἡγεμονίας κατʼ ἀλλήλων τὰ ὅπλα ἥρπασαν καὶ συμπεσόντες ἐμάχοντο, οὔτε κατὰ τάξιν οὔτʼ ἐκ παραγγέλματος, ἀλλὰ φύρδην καὶ ἀναμίξ, ὥστε πολὺν ἐξ ἀμφοῖν γενέσθαι φόνον· καὶ εἰ μὴ δὺς ὁ ἥλιος ἔφθασεν, ἅπασαι ἂν αὐτῶν αἱ δυνάμεις διεφθάρησαν. τῇ δὲ νυκτὶ λυούσῃ τὸ νεῖκος ἀκούσιοι εἴξαντες διεκρίθησάν τʼ ἀπʼ ἀλλήλων καὶ ἐπὶ τοὺς ἰδίους χάρακας ἀπηλλάγησαν· ἕωθεν

v.3p.219
δʼ ἀναστήσαντες τὰς δυνάμεις ἀπῄεσαν ἑκάτεροι ἐπὶ

τὰ σφέτερα. οἱ δʼ ὕπατοι παρά τʼ αὐτομόλων καὶ αἰχμαλώτων, οἳ παρʼ αὐτὸ τὸ ἔργον ἀπέδρασαν, ἀκούσαντες, οἷα κατέσχε λύσσα καὶ θεοβλάβεια τὰ πολέμια, οὔτε συνεπέθεντο τῷ κατʼ εὐχὴν δοθέντι καιρῷ τριάκοντα σταδίων οὐ πλεῖον ἀπέχοντες, οὔτʼ ἀπιόντας ἐδίωξαν, ἐν ᾧ κεκμηκότας καὶ τραυματίας καὶ ὀλίγους ἐκ πολλῶν καὶ ἀτάκτους χωροῦντας ἀκραιφνεῖς αὐτοὶ καὶ σὺν κόσμῳ ἑπόμενοι ῥᾳδίως ἂν διέφθειραν πασσυδί.

λύσαντες δὲ καὶ αὐτοὶ τοὺς χάρακας ἀπῄεσαν εἰς τὴν πόλιν· εἴτʼ ἀρκούμενοι τῷ παρὰ τῆς τύχης δοθέντι ἀγαθῷ, εἴτʼ οὐ πιστεύοντες ἀνασκήτῳ στρατιᾷ τῇ σφετέρᾳ, εἴτε περὶ πολλοῦ ποιούμενοι τὸ μηδʼ ὀλίγους τῶν σφετέρων ἀποβαλεῖν. ἀφικόμενοι δʼ εἰς τὴν πόλιν ἐν αἰσχύνῃ πολλῇ ἦσαν δειλίας δόξαν ἐπὶ τῷ ἔργῳ φερόμενοι· καὶ οὐδεμίαν ἔξοδον ἔτι ποιησάμενοι παρέδοσαν τοῖς μεθʼ ἑαυτοὺς ὑπάτοις τὴν ἀρχήν.