Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὑπὲρ δὲ τοῦ τίνα χρὴ πολεμεῖν αὐτοῖς τρόπον

v.3p.130
προθέντων σκοπεῖν τῶν ἐν τοῖς τέλεσι παρελθὼν ὁ Τύλλος συνεβούλευσεν αὐτοῖς καλεῖν τὸν Μάρκιον καὶ παρʼ ἐκείνου πυνθάνεσθαι, πῶς ἂν ἡ Ῥωμαίων καταλυθείη δύναμις· κράτιστα γὰρ ἁπάντων ἀνθρώπων εἰδέναι, πῇ τε κάμνει τὰ τῆς πόλεως πράγματα καὶ πῇ μάλιστα ἔρρωται. ἐδόκει ταῦτα, καὶ αὐτίκα πάντες ἐβόων καλεῖν τὸν ἄνδρα. καὶ ὁ Μάρκιος ἧς ἐβούλετο ἀφορμῆς λαβόμενος ἀνέστη κατηφὴς καὶ δεδακρυμένος καὶ μικρὸν ἐπισχὼν χρόνον τοιούτους διέθετο λόγους·

εἰ μὲν ἡγούμην ὑμᾶς ἅπαντας ὅμοια γινώσκειν περὶ τῆς ἐμῆς συμφορᾶς, οὐκ ἂν ὑπελάμβανον ἀναγκαῖον εἶναι περὶ αὐτῆς ἀπολογεῖσθαι· ἐνθυμούμενος δʼ, ὡς ἐν πολλοῖς καὶ διαφόροις ἤθεσιν εἰκός, εἶναί τινας, οἷς παραστήσεται δόξα οὔτʼ ἀληθὴς οὔτε προσήκουσα περὶ ἐμοῦ, ὡς οὐκ ἂν ἄτερ αἰτίας ἀληθοῦς καὶ δικαίας ἐξήλασέ με ὁ δῆμος ἐκ τῆς πατρίδος, παντὸς μάλιστα οἴομαι δεῖν πρῶτον ὑπὲρ τῆς ἐμῆς φυγῆς ἐν κοινῷ

πρὸς ἅπαντας ὑμᾶς ἀπολογήσασθαι. ἀλλʼ ἀνάσχεσθέ μου, πρὸς θεῶν, καὶ οἱ κράτιστα ἐγνωκότες, ἃ πέπονθα ὑπὸ τῶν ἐχθρῶν καὶ ὡς οὐ προσῆκόν μοι ταύτης πεπείραμαι τῆς τύχης διεξιόντος, καὶ μὴ πρότερον ποθεῖτε, ὅ τι χρὴ πράττειν ἀκοῦσαι, πρίν, ὁποῖός τις εἰμὶ ὁ τὴν γνώμην ἀποδειξόμενος, ἐξετάσαι. ἔσται δὲ βραχὺς ὁ περὶ αὐτῶν, κἂν πρόσωθεν ἄρξωμαι, λόγος.

Ῥωμαίοις τὸ μὲν ἐξ ἀρχῆς πολίτευμα ἦν μικτὸν ἔκ τε βασιλείας καὶ ἀριστοκρατίας· ἔπειτα ὁ τελευταῖος βασιλεὺς Ταρκύνιος τυραννίδα τὴν ἀρχὴν ἠξίου ποιεῖν. συστάντες

v.3p.131
οὖν ἐπʼ αὐτὸν οἱ τῆς ἀριστοκρατίας ἡγεμόνες ἐκεῖνον μὲν ἐξέβαλον ἐκ τῆς πόλεως, αὐτοὶ δὲ τὰ κοινὰ κατέσχον ἀρίστην καὶ σωφρονεστάτην, ὡς ἅπαντες ὁμολογοῦσι, καταστησάμενοι πολιτείαν. χρόνοις δʼ οὐ πολλοῖς τῶν νῦν πρότερον, ἀλλὰ τρίτον ἢ τέταρτον τοῦτʼ ἔτος οἱ πενέστατοί τε καὶ ἀργότατοι τῶν πολιτῶν πονηροῖς χρησάμενοι προστάταις ἄλλα τε πολλὰ ἐξύβρισαν, καὶ τελευτῶντες καταλύειν τὴν ἀριστοκρατίαν ἐπεχείρουν. ἐφʼ οἷς ἅπαντες μὲν οἱ τῆς βουλῆς προεστηκότες ἤχθοντο καί, ὅπως παύσωνται τῆς ὕβρεως οἱ

κινοῦντες τὴν πολιτείαν, σκοπεῖν ἠξίουν. ὑπὲρ ἅπαντας δὲ τοὺς ἀριστοκρατικοὺς ἐκ μὲν τῶν πρεσβυτέρων Ἄππιος ἀνὴρ πολλῶν ἄξιος ἕνεκεν ἐπαινεῖσθαι, ἐκ δὲ τῶν νεωτέρων ἐγώ· καὶ λόγους ἐποιούμεθα διὰ παντὸς ἐπὶ τῆς βουλῆς ἐλευθέρους οὐ δήμῳ πολεμοῦντες, ἀλλὰ πονηροκρατίαν ὑφορώμενοι, οὐδὲ καταδουλώσασθαί τινα βουλόμενοι Ῥωμαίων, ἀλλὰ τὸ μὲν ἐλεύθερον ἅπασιν ἀξιοῦντες ὑπάρχειν, τὴν δὲ προστασίαν τῶν κοινῶν ἀποδεδόσθαι τοῖς κρείττοσι.