Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

περὶ δὲ τῆς μετριότητος, ἐφʼ ἣν παρακαλεῖτέ με, καὶ τοῦ μὴ πρόρριζον ἀνελεῖν τὸ Ῥωμαίων γένος μηδʼ ἐκ βάθρων ὅλην ἀναστῆσαι τὴν πόλιν, εἶχον μέν, ὦ Μηνύκιε, λέγειν, ὅτι οὐκ ἐγὼ τούτου κύριος οὐδὲ πρὸς ἐμὲ ὁ περὶ τούτων ἐστὶ λόγος, ἀλλʼ ἐγὼ στρατηγός εἰμι τῆς δυνάμεως, πολέμου δὲ καὶ εἰρήνης οὗτοι κύριοι· ὥστε παρὰ τούτων αἰτεῖσθέ γʼ

ἀνοχὰς ἐπὶ διαλλαγαῖς, ἀλλὰ μὴ παρʼ ἐμοῦ. οὐ μὴν ταύτην γε δίδωμι τὴν ἀπόκρισιν ἀλλὰ καὶ θεοὺς σέβων τοὺς πατρῴους καὶ τάφους αἰδούμενος προγόνων καὶ γῆν, ἐξ ἧς ἔφυν, γυναῖκάς τε καὶ παῖδας ὑμῶν ἐλεῶν, οἷς οὐκ ἐπιτηδείοις οὖσι τὰ πατέρων καὶ ἀνδρῶν ἥξει σφάλματα, καὶ οὐχ ἥκιστα τῶν ἄλλων καὶ δι’ ὑμᾶς, ὦ Μηνύκιε, τοὺς προχειρισθέντας ὑπὸ τῆς πόλεως, τάδε ἀποκρίνομαι· ἐὰν ἀποδῶσι Ῥωμαῖοι Οὐολούσκοις χώραν τε ὅσην αὐτοὺς ἀφῄρηνται καὶ πόλεις ὅσας κατέχουσιν ἀνακαλεσάμενοι τοὺς ἐποίκους, φιλίαν τε ποιήσωνται πρὸς αὐτοὺς εἰς τὸν ἀεὶ χρόνον καὶ ἰσοπολιτείας μεταδῶσιν ὥσπερ Λατίνοις ὅρκους καὶ ἀρὰς κατὰ τῶν παραβαινόντων τὰ συγκείμενα ποιησάμενοι,

v.3p.176
διαλύσομαι πρὸς αὐτοὺς τὸν πόλεμον, πρότερον δὲ οὔ.

ταῦτʼ οὖν ἀπαγγέλλετε αὐτοῖς, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ πρὸς ἐμὲ καὶ πρὸς ἐκείνους περὶ τοῦ δικαίου πάνυ ἐπιστρεφῶς ταῦτα διαλέγεσθε· καλόν τοι τὰς ἰδίας ἕκαστον ἔχοντα κτήσεις ἐν εἰρήνῃ ζῆν, καὶ πολλοῦ ἄξιον τὸ μηθένα δεδοικέναι μήτʼ ἐχθρὸν μήτε καιρόν, αἰσχρὸν δὲ τῶν ἀλλοτρίων περιεχομένους οὐκ ἀναγκαῖον πόλεμον ὑπομένειν, ἐν ᾧ καὶ περὶ τῶν ἰδίων ἁπάντων κινδυνεύσουσιν ἀγαθῶν· τά τʼ ἆθλα ἐπιδείκνυτε αὐτοῖς οὐκ ἴσα κατορθοῦσί τε καὶ μὴ τυχοῦσι γινόμενα γῆς ἀλλοτρίας γλιχομένοις, εἰ δὲ βούλεσθε, προστίθετε καὶ τὰς πόλεις τῶν ἠδικημένων προσλαβεῖν βουλομένοις, ἐὰν μὴ κρατῶσι, καὶ τὴν ἑαυτῶν γῆν τε καὶ πόλιν ἀφαιρεθῆναι, καὶ ἔτι πρὸς τούτῳ γυναῖκας ἐπιδεῖν τὰ αἴσχιστα πασχούσας καὶ παῖδας εἰς ὕβριν ἀγομένους καὶ γονεῖς δούλους ἀντʼ ἐλευθέρων ἐπὶ γήρως ὀδῷ γινομένους.

καὶ ἅμα διδάσκετε τὴν βουλήν, ὅτι τούτων τῶν κακῶν οὐκ ἂν ἔχοιεν αἰτιάσασθαι Μάρκιον, ἀλλὰ τὴν ἑαυτῶν ἀφροσύνην. παρὸν γὰρ αὐτοῖς τὰ δίκαια ποιεῖν καὶ μηδενὶ δεινῷ περιπεσεῖν τὸν ὑπὲρ τῶν ἐσχάτων κίνδυνον ἀναιρήσονται μέχρι παντὸς φιλοχωροῦντες ἐν τοῖς ἀλλοτρίοις.

ἔχετε τὰς ἀποκρίσεις· τούτων οὐθὲν ἂν εὕροισθε παρʼ ἐμοῦ πλέον, ἀλλʼ ἄπιτε καὶ σκοπεῖτε, ὅ

v.3p.177
τι πρακτέον ὑμῖν· ἕως δὲ βουλεύσησθε, δίδωμι χρόνον ὑμῖν ἡμερῶν τριάκοντα. ἐν δὲ τῷ μεταξὺ χρόνῳ σήν τε χάριν, ὦ Μηνύκιε, καὶ τῶν ἄλλων ὑμῶν ἕνεκα τὴν στρατιὰν ἐκ τῆς χώρας ἀπάξω· μεγάλα γὰρ ἂν βλάπτοισθε μενούσης αὐτῆς ἐνθάδε. τῇ δὲ τριακοστῇ προσδέχεσθέ με ἡμέρᾳ τὰς ἀποκρίσεις ληψόμενον.