Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἆρʼ οὐ φανερόν, ὅτι καλλιλογεῖτε καὶ εἰρωνεύεσθε, ὦ Μηνύκιε, ὄνομα καλὸν ἔργῳ περιθέντες ἀνοσίῳ; οὐ γὰρ δὴ κάθοδόν μοι δίδοτε, ἀλλὰ σφάγιόν

v.3p.171
με τῷ δήμῳ κατάγετε, τάχα μὲν καὶ βεβουλευμένοι τοῦτο πράττειν· οὐθὲν γὰρ ἔτι μοι χρηστὸν ὑπὲρ ὑμῶν ἐπέρχεται φρονεῖν· εἰ δὲ βούλεσθε — τίθημι γάρ —

οὐδὲν ὧν πείσομαι προορώμενοι, τί οὖν ἔσται μοι τῆς ὑμετέρας ἀγνοίας ἢ μωρίας ὄφελος, κωλύειν μὲν οὐδὲν οὐδʼ ἂν οἷοι ἦτε δυνησομένων, χαρίζεσθαι δὲ καὶ τοῦτο τῷ δήμῳ σὺν τοῖς ἄλλοις ἀναγκαζομένων; ἀλλὰ γὰρ ὅτι μὲν οὐ συνοίσει μοι πρὸς ἀσφάλειαν ἥδε, ἣν ὑμεῖς μὲν κάθοδον καλεῖτε, ἐγὼ δὲ ταχεῖαν ὁδὸν ἐπὶ τὸν ὄλεθρον, οὐ πολλῶν οἴομαι δεῖν ἔτι λόγων· ὅτι δʼ οὐδὲ πρὸς εὐδοξίαν ἢ τιμὴν ἢ πρὸς εὐσέβειαν, ἐπειδὴ καὶ σὺ τούτων, ὦ Μηνύκιε, πρόνοιαν ἔχειν με ἠξίους, εὖ ποιῶν, ἀλλʼ αἴσχιστά μοι καὶ ἀνοσιώτατα πραχθήσεται πεισθέντι ὑμῖν, ἄκουσον ἐν τῷ μέρει.

ἐγὼ πολέμιος ἐγενόμην τούτοις Οὐολούσκοις καὶ πολλὰ ἠδίκησα αὐτοὺς ἐν τῷ πολέμῳ, τῇ πατρίδι πράττων ἡγεμονίαν καὶ ἰσχὺν καὶ κλέος. οὐκοῦν προσῆκέ μοι τιμᾶσθαι μὲν ὑπὸ τῶν εὖ πεπονθότων, μισεῖσθαι δʼ ὑπὸ τῶν ἠδικημένων; εἰ γοῦν τι τῶν εἰκότων ἐγένετο. ἀνέτρεψε δʼ ἀμφότερα ταῦθʼ ἡ τύχη, καὶ εἰς τἀναντία μετέθηκε τὰς ἀξιώσεις. ὑμεῖς μὲν γάρ, ὑπὲρ ὧν τούτοις ἐχθρὸς ἦν, ἀφείλεσθέ με πάντα τἀμὰ καὶ τὸ μηδὲν ποιήσαντες ἐρρίψατε· οὗτοι δʼ οἱ τὰ δεινὰ ὑπʼ ἐμοῦ

v.3p.172
παθόντες, τὸν ἄπορον καὶ ἀνέστιον καὶ ταπεινὸν καὶ

ἄπολιν ὑπεδέξαντό με ταῖς ἑαυτῶν πόλεσι. καὶ οὐκ ἀπέχρη αὐτοῖς τοῦτο ποιήσασι μόνον οὕτω λαμπρὸν καὶ μεγαλόψυχον ἔργον, ἀλλὰ καὶ πολιτείαν ἔδοσάν μοι ἐν ἁπάσαις ταῖς ἑαυτῶν πόλεσι καὶ ἀρχὰς καὶ τιμάς, αἳ μέγισται παρʼ αὐτοῖς εἰσιν. ἐῶ τἆλλα· ἀλλὰ νυνὶ στρατηγὸν ἀποδεδείχασί με αὐτοκράτορα τῆς ὑπερορίου στρατιᾶς καὶ πάντα τὰ κοινὰ ἐπʼ ἐμοὶ πεποιήκασι μόνῳ.

φέρε δή, τίνα λαβὼν καρδίαν προδοίην ἂν ἔτι τούτους, ὑφʼ ὧν τηλικαύταις κεκόσμημαι τιμαῖς, οὐθὲν οὔτε μεῖζον οὔτʼ ἔλαττον ἀδικηθείς; εἰ μὴ ἄρα αἱ χάριτες αὐτῶν ἀδικοῦσί με, ὥσπερ ὑμᾶς αἱ ἐμαί· καλήν γε δόξαν οἴσει μοι παρὰ πᾶσιν ἀνθρώποις γνωσθεῖσα ἡ παλιμπροδοσία. τίς δʼ οὐκ ἂν ἐπαινέσειέ με ἀκούσας, ὅτι τοὺς μὲν φίλους, ὑφʼ ὧν εὖ πάσχειν μοι προσῆκε, πολεμίους εὑρών, τοὺς δʼ ἐχθρούς, ὑφʼ ὧν ἐχρῆν με ἀπολωλέναι, φίλους, ἀντὶ τοῦ μισεῖν μὲν τὰ μισοῦντα, φιλεῖν δὲ τὰ φιλοῦντα, τὴν ἐναντίαν γνώμην ἔσχον;