Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

καὶ ταυτὶ μὲν ἴσως ἂν ἔχοι τις καὶ ἕτερος ὑπὲρ αὑτοῦ γενναῖος ἀνήρ, εἰ μὴ καὶ τοσαῦτα, λέγειν· ἀλλὰ πόλιν ὅλην τίς δύναιτʼ ἂν καυχήσασθαι στρατηγὸς ἢ λοχαγὸς ἑλών, ὥσπερ ἐγὼ τὴν Κοριολανῶν, καὶ τῆς αὐτῆς ἡμέρας ὁ αὐτὸς ἀνὴρ στρατιὰν πολεμίων τρεψάμενος, ὥσπερ ἐγὼ τὴν Ἀντιατῶν ἐπίκουρον τοῖς πολιορκουμένοις ἀφικομένην;

ἐῶ γὰρ λέγειν, ὅτι τοιαύτας ἀρετὰς ἀποδειξάμενος, ἐξόν μοι λαβεῖν ἐκ τῶν λαφύρων πολὺν μὲν χρυσόν, πολὺν δʼ ἄργυρον ἀνδράποδά τε καὶ ὑποζύγια καὶ βοσκήματα καὶ γῆν πολλὴν καὶ ἀγαθὴν οὐκ ἠξίωσα, ἀλλʼ ἀνεπίφθονον ὡς μάλιστα βουληθεὶς ἐμαυτὸν παρασχεῖν, πολεμιστὴν ἵππον ἕνα μόνον ἐκ τῶν λαφύρων ἔλαβον καὶ τὸν ἐμαυτοῦ ξένον ἐκ τῶν αἰχμαλώτων, τὸν δʼ ἄλλον πλοῦτον

v.3p.168

εἰς τὸ κοινὸν ἔθηκα φέρων. πότερον οὖν τιμωρίας ἄξιος ἦν ἐπὶ τούτοις ὑπέχειν, ἢ τιμὰς λαμβάνειν, καὶ πότερον ὑπὸ τοῖς κακίστοις γενέσθαι τῶν πολιτῶν, ἢ τὰ δίκαια τάττειν αὐτὸς τοῖς ἥττοσιν; ἀλλʼ οὐ διὰ ταῦτά με ἀπήλασεν ὁ δῆμος, ἀλλʼ ὅτι περὶ τὸν ἄλλον βίον ἀκόλαστος καὶ πολυτελὴς καὶ παράνομος ἦν; καὶ τίς ἂν ἔχοι δεῖξαί τινα διὰ τὰς ἐμὰς παρανόμους ἡδονὰς ἢ τὴν πατρίδα φεύγοντα ἢ τὴν ἐλευθερίαν ἀπολωλεκότα ἢ χρημάτων στερόμενον ἢ ἄλλῃ τινὶ συμφορᾷ χρησάμενον; ἀλλʼ οὐδὲ τῶν ἐχθρῶν με οὐδεὶς πώποτε ᾐτιάσατο οὐδὲ διέβαλεν ἐπʼ οὐδενὶ τούτων, ἀλλʼ ὑπὸ πάντων ἐμαρτυρεῖτό μοι καὶ ὁ καθʼ ἡμέραν ἀνεπίληπτος εἶναι βίος.

ἀλλʼ ἡ προαίρεσις, νὴ Δία, φαίη τις ἄν, ἡ τῶν πολιτευμάτων σου μισηθεῖσα ταύτην ἐξειργάσατό σοι τὴν συμφοράν. ἐξὸν γὰρ ἑλέσθαι τὴν κρείττω μερίδα τὴν χείρονα εἵλου καὶ διετέλεις ἅπαντα καὶ λέγων καὶ πράττων, ἐξ ὧν καταλυθήσεται μὲν ἡ πάτριος ἀριστοκρατία, κύριος δʼ ἔσται τῶν κοινῶν ὄχλος ἀμαθὴς καὶ πονηρός. ἀλλʼ ἔγωγε τἀναντία ἔπραττον, ὦ Μηνύκιε, καὶ ὅπως ἡ βουλὴ τῶν κοινῶν διὰ παντὸς ἐπιμελήσεται καὶ ὁ πάτριος διαμενεῖ κόσμος τῆς πολιτείας προὐνοούμην.

ἀντὶ τούτων μέντοι τῶν καλῶν ἐπιτηδευμάτων, ἃ τοῖς προγόνοις ἡμῶν ζηλωτὰ εἶναι ἐδόκει, τὰς εὐτυχεῖς ταύτας καὶ μακαρίας κεκόμισμαι παρὰ τῆς πατρίδος ἀμοιβάς, οὐχ ὑπὸ τοῦ δήμου μόνον ἐξελασθείς, ὦ Μηνύκιε, ἀλλὰ πολὺ πρότερον

v.3p.169
ὑπὸ τῆς βουλῆς, ἣ κατʼ ἀρχὰς ἐπαίρουσά με κεναῖς ἐλπίσιν, ἡνίκα τοῖς δημάρχοις τυραννίδα περιβαλλομένοις ἠναντιούμην, ὡς αὐτὴ παρέξουσα τὸ ἀσφαλές, ἐπειδὴ κίνδυνόν τινʼ ἐκ τῶν δημοτικῶν ὑπείδετο,

ἀπέστη καὶ παρέδωκέ με τοῖς ἐχθροῖς. σὺ μέντοι τότʼ αὐτὸς ὕπατος ἦσθα, ὦ Μηνύκιε, ὅτι τὸ προβούλευμα τὸ περὶ τῆς δίκης ἐγένετο, καὶ ἡνίκα Οὐαλέριος ὁ παραδιδόναι με τῷ δήμῳ παραινῶν σφόδρα ἐπὶ τοῖς λόγοις εὐδοκίμει, κἀγὼ δεδιώς, μὴ ψήφου δοθείσης ὑπὸ τῶν συνέδρων ἁλῶ, συνέγνων καὶ παρέξειν ἐμαυτὸν ὑπεσχόμην ἑκόντα ἐπὶ τὴν δίκην.