Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

εἷς ἔτι μοι καταλείπεται λόγος, ὃν εἰ μὴ μετʼ ὀργῆς, ἀλλʼ ἐκ λογισμοῦ κρινεῖς, ὀρθῶς τʼ εἰρῆσθαι δόξει καὶ παραστήσεταί σοι μεταμέλεια τῶν πραττομένων. τίς δʼ ἐστιν οὗτος ὁ λόγος; οὐδενὶ θνητῷ φύντι θεοὶ τῶν μελλόντων ἔσεσθαι βεβαίαν ἐπιστήμην ἔδωκαν ἔχειν, οὐδʼ ἂν εὕροις ἐκ τοῦ παντὸς αἰῶνος, ὅτῳ πάντα κατὰ νοῦν ἐχώρησε τὰ πράγματα μηδὲν ἐναντιωθείσης τῆς τύχης.

καὶ διὰ τοῦτο οἱ φρονήσει προὔχοντες ἑτέρων, ἣν ὁ μακρὸς βίος καὶ τὰ πολλὰ μαθήματα φέρει, πρὶν ἐγχειρεῖν ὁτῳδήποτε ἔργῳ, τὸ τέλος αὐτοῦ πρῶτον οἴονται δεῖν σκοπεῖν, οὐ θάτερον μόνον, ὃ βούλονται γενέσθαι σφίσιν, ἀλλὰ καὶ τὸ παρὰ

v.3p.163
γνώμην ἐκβησόμενον· μάλιστα δʼ οἱ τῶν πολέμων ἡγεμόνες, ὅσῳ μειζόνων τε γίνονται πραγμάτων κύριοι, καὶ τὰς αἰτίας τῶν κατορθωμάτων ἢ σφαλμάτων ἅπαντες ἐπὶ τούτους ἀναφέρουσιν. ἔπειτʼ ἂν μὲν εὕρωσι μηδεμίαν ἐνοῦσαν ἢ μικρὰς καὶ ὀλίγας ἐν τῷ μὴ κατορθῶσαι βλάβας, ἅπτονται τῶν ἔργων, ἐὰν δὲ πολλὰς καὶ μεγάλας,

ἀφίστανται. τοῦτο δὴ καὶ σὺ ποίησον καὶ σκόπει πρὸ τῶν ἔργων, ἐὰν σφαλῇς κατὰ τὸν πόλεμον καὶ μὴ πάντα ὑπάρξῃ, τί συμβήσεταί σοι παθεῖν. διʼ αἰτίας μὲν ἔσῃ παρὰ τοῖς ὑποδεξαμένοις, μέμψῃ δὲ καὶ αὐτὸς σεαυτόν, ὡς μείζοσιν ἐπιχειρήσας πράγμασιν ἢ δυνατοῖς· στρατιᾶς δʼ ἡμετέρας πάλιν ἐκεῖσε ἀφικομένης καὶ φθειρούσης τὴν ἐκείνων γῆν· οὐ γὰρ ἀνεξόμεθα μὴ ἀντιτιμωρούμενοι τοὺς ἄρξαντας ἡμᾶς κακῶς ποιεῖν· δυεῖν οὐκ ἂν ἁμάρτοις θατέρου, ἢ πρὸς αὐτῶν ἐκείνων, οἷς αἴτιος ἔσῃ συμφορῶν μεγάλων, αἰσχρῶς ἀναιρεθῆναι, ἢ πρὸς ἡμῶν, οὓς ἀποκτενῶν τε καὶ

δουλωσόμενος ἦλθες. τάχα δʼ ἂν ἐκεῖνοι, πρὶν ἐν τῷ παθεῖν τι κακὸν γενέσθαι, διαλύσεις ποιεῖσθαι πρὸς ἡμᾶς ἐπιχειροῦντες ἔκδοτον ἀξιώσειαν ἐπὶ τιμωρίᾳ σε παραδιδόναι· ὃ πολλοὶ βάρβαροί τε καὶ Ἕλληνες εἰς τοιαύτας καταστάντες τύχας ἠναγκάσθησαν ὑπομεῖναι. ἆρά γε μικρὰ καὶ οὐκ ἄξια λόγου ταῦτʼ εἶναί σοι δοκεῖ καὶ δέον αὐτῶν ὑπεριδεῖν ἢ κακῶν συμπάντων τὰ ἔσχατα παθεῖν;

v.3p.164

φέρε, ἐὰν δὲ δὴ κατορθώσῃς, τί τὸ θαυμαστὸν ἔσται σοι καὶ περιμάχητον ἀγαθόν, ἢ τίνας ἐξοίσῃ δόξας; καὶ γὰρ τοῦτʼ ἐξέτασον. πρῶτον μὲν τῶν φιλτάτων τε καὶ ἀναγκαιοτάτων ὑπάρξει σοι στερέσθαι σωμάτων, μητρὸς ἀθλίας, ᾗ γενέσεως καὶ τροφῆς καὶ τῶν ἄλλων ὧν ἔσχεν ἐπὶ σοὶ πόνων οὐ καλὰς ἀμοιβὰς ἀποδίδως· ἔπειτα γαμετῆς σώφρονος, ἣ διὰ τὸν σὸν πόθον ἐν ἐρημίᾳ καὶ χηρείᾳ κάθηται πᾶσαν ἡμέραν καὶ νύκτα τὰς σὰς φυγὰς ὀδυρομένη· πρὸς δὲ τούτοις τέκνων δυεῖν, οὓς ἐχρῆν ἀγαθῶν προγόνων ὄντας ἀπογόνους καρποῦσθαι τὰς ἐκείνων τιμὰς εὐδοξοῦντας ἐν εὐτυχούσῃ τῇ πατρίδι.

ὧν ἁπάντων οἰκτρὰς καὶ ἀτυχεῖς ἀναγκασθήσῃ θεωρεῖν καταστροφάς, εἰ τολμήσεις προσάγειν τοῖς τείχεσι τὸν πόλεμον· οὐ γὰρ δὴ φείσονται τῶν σῶν οὐθενὸς οἱ περὶ τῶν σφετέρων κινδυνεύοντες καὶ εἰς τὰ ὅμοια κακῶς ὑπὸ σοῦ πάσχοντες, ἀλλʼ εἰς αἰκισμοὺς αὐτῶν δεινοὺς καὶ ὕβρεις ἀνηλεεῖς καὶ πᾶσαν ἄλλην ἰδέαν προπηλακισμοῦ χωρήσουσιν ὑπὸ τῶν συμφορῶν βιαζόμενοι· καὶ τούτων οὐχ οἱ δρῶντες, ἀλλʼ ὁ τὴν ἀνάγκην αὐτοῖς ἐπιτιθεὶς αἴτιος ἔσῃ·