Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἀκούσας δὲ ταῦτα παρʼ αὐτομόλων τινῶν ὁ Μάρκιος, ὡς εἶχεν ὀργῆς, εὐθὺς ἀναστήσας τὴν δύναμιν ἦγεν ἐπὶ τὴν Ῥώμην, φυλακὴν τοῦ Λαουινίου τὴν ἀρκοῦσαν καταλιπών· καὶ αὐτίκα τῆς πόλεως σταδίους τετταράκοντα ἀποσχὼν κατεστρατοπέδευσε περὶ τὰς καλουμένας Κλοιλίας τάφρους.

μαθοῦσι δὲ τὴν παρουσίαν αὐτοῦ τοῖς κατὰ τὴν πόλιν τοσοῦτος ἐνέπεσε θόρυβος ὡς αὐτίκα τοῖς τείχεσι τοῦ πολέμου προσάξοντος, ὥσθʼ οἱ μὲν ἐπὶ τὰ τείχη τὰ ὅπλα λαβόντες ἔθεον ἄνευ παραγγέλματος, οἱ δʼ ἐπὶ τὰς πύλας κατὰ πλῆθος ἐφέροντο χωρὶς ἡγεμόνος, οἱ δὲ τοὺς δούλους καθοπλίσαντες ἐπὶ τοῖς τέγεσι τῶν οἰκιῶν ἵστασαν, οἱ δὲ τήν τʼ ἄκραν καὶ τὸ Καπιτώλιον καὶ τοὺς ἄλλους ἐρυμνοὺς τόπους τῆς πόλεως κατελαμβάνοντο, γυναῖκές τε λελυμέναι τὰς κόμας ἐπὶ τὰ τεμένη καὶ τοὺς νεὼς ἔθεον ὀλοφυρόμεναί τε καὶ δεόμεναι τῶν θεῶν ἀποστρέψαι τῆς πόλεως τὸν ἐπιόντα φόβον.

ὡς δʼ ἥ τε

v.3p.155
νὺξ παρῆλθε καὶ τῆς ἐπιούσης ἡμέρας τὸ πλεῖστον, καὶ οὐδὲν ὧν ἐδεδοίκεσαν ἐγίνετο, ἀλλʼ ἔμενεν ὁ Μάρκιος ἐφʼ ἡσυχίας, συνέδραμον ἅπαντες εἰς τὴν ἀγορὰν οἱ δημοτικοὶ καὶ τοὺς πατρικίους ἐκάλουν εἰς τὸ βουλευτήριον, καὶ εἰ μὴ προβουλεύσουσι τῷ ἀνδρὶ τὴν κάθοδον, αὐτοὶ βουλεύσεσθαι περὶ σφῶν αὐτῶν ἔφασαν ὡς προδιδόμενοι.

τότε δὴ συνελθόντες εἰς τὴν βουλὴν οἱ πατρίκιοι ψηφίζονται πρεσβευτὰς πρὸς τὸν Μάρκιον ἀποστεῖλαι πέντε ἄνδρας ἐκ τῶν πρεσβυτάτων, οὓς μάλιστʼ ἐκεῖνος ἠσπάζετο, περὶ διαλύσεώς τε καὶ φιλίας διαλεξομένους. ἦσαν δʼ οἱ προχειρισθέντες ἀπʼ αὐτῶν ἄνδρες οἵδε, Μάρκος Μηνύκιος καὶ Πόστουμος Κομίνιος καὶ Σπόριος Λάρκιος καὶ Πόπλιος Πινάριος καὶ

Κόιντος Σολπίκιος, ἅπαντες ὑπατικοί. ὡς δʼ ἀφίκοντο ἐπὶ τὸ στρατόπεδον, καὶ ἔγνω τὴν παρουσίαν αὐτῶν ὁ Μάρκιος, καθεζόμενος ἅμα τοῖς ἐπιφανεστάτοις Οὐολούσκων τε καὶ τῶν ἄλλων συμμάχων, ἔνθα πλεῖστοι ἔμελλον ἀκούσεσθαι τῶν λεγομένων, ἐκέλευσε καλεῖν τοὺς ἄνδρας. εἰσελθόντων δʼ αὐτῶν ἤρξατο τοῦ λόγου Μηνύκιος, ὁ πλεῖστα κατὰ τὸν τῆς ὑπατείας χρόνον σπουδάσας ὑπὲρ αὐτοῦ, καὶ μάλιστα τοῖς δημοτικοῖς ἐναντιωθείς, καὶ ἔλεξε τοιάδε.