Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐντεῦθεν δὲ τὴν δύναμιν ἀναλαβὼν ἦγεν ἐπὶ τοὺς καλουμένους Λαβικανούς. ἦν δὲ καὶ αὕτη τότε Λατίνων ἡ πόλις Ἀλβανῶν ὥσπερ καὶ ἄλλαι ἄποικος. καταπλήξασθαι δὲ βουλόμενος τοὺς ἔνδον ἔκαιεν αὐτῶν τὴν χώραν εὐθὺς ἐπιών, ὅθεν μάλιστα ἔμελλον ὄψεσθαι τὴν φλόγα. οἱ δὲ Λαβικανοὶ τεῖχος εὖ κατεσκευασμένον ἔχοντες οὔτε κατεπλάγησαν αὐτοῦ τὴν ἔφοδον οὔτε μαλακὸν ἐνέδοσαν οὐδέν, ἀλλʼ ἀντεῖχον

v.3p.150
ἀπομαχόμενοι γενναίως καὶ πολλάκις ἐπιβαίνοντας τοῦ

τείχους τοὺς πολεμίους ἀπήραξαν. οὐ μὴν εἰς τέλος γʼ ἀντέσχον ὀλίγοι πρὸς πολλοὺς ἀγωνιζόμενοι καὶ χρόνον οὐδὲ τὸν ἐλάχιστον ἀναπαυόμενοι. πολλαὶ γὰρ προσβολαὶ καὶ καθʼ ὅλην τὴν πόλιν ἐγίνοντο ὑπὸ τῶν Οὐολούσκων ἐκ διαδοχῆς ὑποχωρούντων μὲν αἰεὶ τῶν κεκμηκότων, ἑτέρων δὲ προσιόντων νεαρῶν· πρὸς οὓς ἀγωνιζόμενοι διʼ ὅλης ἡμέρας, καὶ οὐδὲ τὸν τῆς νυκτὸς ἀναπαυσάμενοι χρόνον ἐκλιπεῖν ἠναγκάσθησαν τὸ τεῖχος ὑπὸ κόπου. παραλαβὼν δὲ καὶ ταύτην ὁ Μάρκιος τὴν πόλιν ἐξηνδραποδίσατο καὶ τοῖς στρατιώταις ἐφῆκε μερίσασθαι τὰς ὠφελείας.

ἀναστήσας δὲ τὴν δύναμιν ἐκεῖθεν ἐπὶ τὴν Πεδανῶν πόλιν· ἦν δὲ καὶ αὕτη τοῦ Λατίνων γένους· συντεταγμένην ἔχων τὴν στρατιὰν ἀφικνεῖται καὶ αὐτὴν ἅμα τῷ πλησιάσαι τοῖς τείχεσιν αἱρεῖ κατὰ κράτος. καὶ ταὐτὰ διαθεὶς ὅσα τὰς πρότερον ἁλούσας ἕωθεν εὐθὺς ἀναστήσας τὴν δύναμιν ἦγεν ἐπὶ Κορβιῶνα.

ὄντι δʼ αὐτῷ πλησίον τοῦ τείχους τὰς πύλας ἀνοίξαντες οἱ ἔνδον ἀπαντῶσιν ἀντὶ τῶν ὅπλων προτείνοντες ἱκετηρίας καὶ παραδιδόντες ἀμαχητὶ τὸ τεῖχος. οὓς ἐπαινέσας ὡς τὰ κράτιστα περὶ σφῶν βεβουλευμένους, ἐκέλευσεν ὧν ἔδει τῇ στρατιᾷ φέροντας ἥκειν ἀργύριόν τε καὶ σῖτον, καὶ λαβὼν ὅσα προσέταξεν ἀπῆγε τὴν δύναμιν ἐπὶ τὴν Κοπιολανῶν

v.3p.151
πόλιν. παραδόντων δὲ κἀκείνην τῶν ἔνδον ἀμαχητὶ καὶ μετὰ πολλῆς προθυμίας ἀγοράς τε παρασχόντων τῇ δυνάμει καὶ χρήματα καὶ ὅσα ἄλλα ἐπετέτακτο αὐτοῖς ἀπῆγε τὴν στρατιὰν ὡς διὰ φιλίας γῆς. πάνυ γὰρ δὴ

καὶ τοῦτʼ ἐσπούδαζεν, ὡς μηδὲν οἱ παραδιδόντες αὐτοῖς τὰς πόλεις πάθοιεν, ὧν φιλεῖ δρᾶν ὁ πόλεμος, ἀλλὰ καὶ γῆν ἀδῄωτον ἀπολαμβάνοιεν καὶ βοσκήματα καὶ ἀνδράποδα, ὅσα κατέλιπον ἐπὶ τῶν κτήσεων, κομίζοιντο, αὐλίζεσθαί τʼ οὐκ εἴα τὴν δύναμιν ἐν ταῖς πόλεσιν, ἵνα μή τι γένηται διʼ ἁρπαγῆς πρὸς αὐτῶν ἢ κλοπῆς κακόν, ἀλλὰ παρὰ τοῖς τείχεσι κατεστρατοπέδευεν.