Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ δὲ στρατηγός, ἐπειδὴ τὰ σώματα καὶ τὰ χρήματα πάντα ἐξεκεκόμιστο, τὴν πόλιν ἔρημον καταλιπὼν ἀπῆγε τὴν δύναμιν ἐπὶ Βῶλαν Λατίνων ἑτέραν πόλιν. ἔτυχον δὲ καὶ οἱ Βωλανοὶ προεγνωκότες αὐτοῦ τὴν ἔφοδον καὶ παρεσκευασμένοι πάντα τὰ πρὸς τὸν ἀγῶνα ἐπιτήδεια. ὁ μὲν οὖν Μάρκιος ὡς ἐξ ἐφόδου τὴν πόλιν αἱρήσων κατὰ πολλὰ μέρη τοῦ τείχους ἐποιεῖτο τὰς προσβολάς· οἱ δὲ Βωλανοὶ περιμείναντες καιρὸν ἐπιτήδειον ἀνοίγουσι τὰς πύλας, καὶ φερόμενοι κατὰ πλῆθος ἐν τάξει τε καὶ κόσμῳ συρράττουσι τοῖς κατὰ μέτωπον, καὶ πολλοὺς αὐτῶν ἀποκτείναντες, ἔτι δὲ πλείους κατατραυματίσαντες τούς τε λοιποὺς αἰσχρῶς ἀναγκάσαντες φυγεῖν ἀνέστρεψαν εἰς τὴν πόλιν.

ὠς δʼ ἔγνω τὴν τροπὴν τῶν Οὐολούσκων ὁ Μάρκιος· οὐ γὰρ ἔτυχε παρὼν ἐν ᾧ χωρίῳ τὸ πάθος ἐγένετο· παρῆν σὺν ὀλίγοις κατὰ σπουδὴν καὶ τοὺς ἐκ τῆς τροπῆς σκεδασθέντας ἀναλαβὼν συνίστατο καὶ παρεθάρρυνε, καὶ ἐπειδὴ κατέστησεν εἰς τάξεις, ὑποδείξας, ἃ δεῖ πράττειν, ἐκέλευσε προσβάλλειν τῇ πόλει κατὰ τὰς αὐτὰς πύλας.

χρησαμένων δὲ πάλιν τῶν Βωλανῶν τῇ αὐτῇ πείρᾳ καὶ κατὰ πλῆθος ἐκδραμόντων οὐ δέχονται αὐτοὺς οἱ Οὐολοῦσκοι, ἀλλʼ ἐγκλίναντες ἔφευγον κατὰ

v.3p.149
τοῦ πρανοῦς, ὡς ὁ στρατηγὸς αὐτοῖς ὑπέθετο· καὶ οἱ Βωλανοὶ τὴν ἀπάτην οὐκ εἰδότες ἐδίωκον ἄχρι πολλοῦ. ἐπεὶ δὲ πρόσω τῆς πόλεως ἐγένοντο, ἔχων τοὺς ἐπιλέκτους τῶν νέων ὁ Μάρκιος ὁμόσε τοῖς Βωλανοῖς ἐχώρει· καὶ γίνεται πολὺς αὐτῶν ἐνταῦθα φόνος τῶν μὲν ἀμυνομένων, τῶν δὲ φευγόντων.

ὁ δʼ ἀκολουθῶν τοῖς ἐπὶ τὴν πόλιν ὠθουμένοις φθάνει, πρὶν ἐπιρραχθῆναι τὰς πύλας εἰσβιασάμενος εἰς τὸ τεῖχος. ὡς δʼ ὁ στρατηγὸς ἅπαξ ἐγκρατὴς τῶν πυλῶν ἐγένετο, ἠκολούθει καὶ τὸ ἄλλο τῶν Οὐολούσκων πλῆθος, οἱ δὲ Βωλανοὶ τὸ τεῖχος ἐκλιπόντες ἔφευγον ἐπὶ τὰς οἰκίας. γενόμενος δὲ καὶ ταύτης κύριος τῆς πόλεως ἐπέτρεψε τοῖς στρατιώταις τά τε σώματα ἐξανδραποδίσασθαι καὶ τὰ χρήματα διαρπάσαι καὶ τὸν αὐτὸν τρόπον ὥσπερ καὶ πρότερον ἅπασαν ἐκκομίσας τὴν λείαν σὺν χρόνῳ τε καὶ κατὰ πολλὴν ἐξουσίαν μετὰ τοῦτο τὴν πόλιν ἐνέπρησεν.