Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

οἱ δὲ μετὰ τούτους ἀποδειχθέντες ὕπατοι κατὰ τὴν ἑβδομηκοστὴν καὶ τρίτην ὀλυμπιάδα, καθʼ ἣν ἐνίκα στάδιον Ἀστύλος Κροτωνιάτης ἄρχοντος Ἀθήνησιν Ἀγχίσου, Γάιος Ἰούλιος Ἰοῦλος καὶ Πόπλιος Πινάριος Ῥοῦφος, ἄνδρες ἥκιστα πολεμικοὶ καὶ διὰ τοῦτο μάλιστα τῆς ἀρχῆς ταύτης παρὰ τοῦ δήμου τυχόντες, εἰς πολλοὺς καὶ μεγάλους ἠναγκάσθησαν κινδύνους καταστῆναι πολέμου καταρραγέντος ἐκ τῆς ἐκείνων ἀρχῆς, διʼ ὧν ἡ πόλις ὀλίγου ἐδέησεν ἐκ βάθρων ἀναιρεθῆναι.

ὁ γὰρ Μάρκιος ἐκεῖνος ὁ Κοριολάνος, ὁ τὴν ἐπὶ τῇ τυραννίδι αἰτίαν σχὼν καὶ φυγῇ ἀιδίῳ ἐλασθείς, ἀγανακτῶν τʼ ἐπὶ τῇ συμφορᾷ καὶ τιμωρίαν

v.3p.124
παρὰ τῶν ἐχθρῶν βουλόμενος λαβεῖν, διʼ οὗ δʼ ἂν αὕτη γένοιτο τρόπου καὶ διʼ οἵας δυνάμεως ἀνασκοπῶν μίαν εὕρισκε Ῥωμαίοις τότʼ ἀντίπαλον ἰσχὺν τὴν Οὐολούσκων, εἰ κοινῇ χρησάμενοι γνώμῃ καὶ τυχόντες ἡγεμόνος ἔμφρονος ἐνστήσονται πρὸς αὐτοὺς τὸν πόλεμον.

ἐλογίζετο μὲν οὖν, ὡς εἰ πείσειε τοὺς Οὐολούσκους δέξασθαί τʼ αὐτὸν καὶ τὴν ἡγεμονίαν ἐπιτρέψαι τοῦ πολέμου, ῥᾳδίως αὐτῷ διαπεπράξεται τὸ ἔργον· ἐτάραττε δʼ αὐτὸν ἡ συνείδησις, ὅτι πλειστάκις κατὰ τὰς μάχας δεινὰ δεδρακὼς ἦν αὐτοὺς καὶ πόλεις συμμαχίδας ἀφῃρημένος. οὐ μὴν ἀπέστη γε τῆς πείρας διὰ τὸ τοῦ κινδύνου μέγεθος, ἀλλʼ εἰς αὐτὰ τὰ δεινὰ χωρεῖν ἐβουλεύσατο καὶ πάσχειν ὑπʼ αὐτῶν ὁτιοῦν.

φυλάξας δὲ νύκτα καὶ ταύτην σκοταίαν ἧκεν εἰς Ἄντιον, τὴν ἐπιφανεστάτην τῶν ἐν Οὐολούσκοις πόλεων, ἡνίκα περὶ δεῖπνον ἦσαν οἱ κατὰ τὴν πόλιν, καὶ παρελθὼν εἰς οἰκίαν ἀνδρὸς δυνατοῦ, διʼ εὐγένειάν τε καὶ πλοῦτον καὶ τὰς ἐν τοῖς πολέμοις πράξεις μέγα ἐφʼ ἑαυτῷ φρονοῦντος καὶ τὸ ἔθνος ὅλον ἄγοντος ὡς τὰ πολλά, ᾧ Τύλλος Ἄττιος ὄνομα ἦν, ἱκέτης τοῦ ἀνδρὸς γίνεται καθεζόμενος ἐπὶ τῆς ἑστίας.

διηγησάμενος δʼ αὐτῷ τὰς κατασχούσας αὐτὸν ἀνάγκας, διʼ ἃς ὑπέμεινεν ἐπὶ τοὺς ἐχθροὺς καταφυγεῖν, μέτρια ἠξίου φρονῆσαι καὶ ἀνθρώπινα περὶ ἀνδρὸς ἱκέτου καὶ μηκέτι πολέμιον ἡγεῖσθαι τὸν ὑποχείριον μηδʼ εἰς τοὺς ἀτυχοῦντας καὶ τεταπεινωμένους ἀποδείκνυσθαι τὴν ἰσχὺν ἐνθυμούμενον,

v.3p.125
ὡς οὐ μένουσιν ἐπὶ τοῖς αὐτοῖς πράγμασιν αἱ τῶν ἀνθρώπων τύχαι.

δύναιο δʼ ἄν, ἔφη, τοῦτʼ ἐξ αὐτοῦ μάλιστα μαθεῖν ἐμοῦ, ὃς ἐν τῇ μεγίστῃ πόλει κράτιστός ποτʼ εἶναι τῶν ἄλλων δοκῶν νῦν ἔρημος καὶ ἄπολις καὶ ταπεινὸς ἐρριμμένος τοῦτο πείσομαι, ὅ τι ἂν ἐχθρῷ ὄντι σοι δοκῇ. ὑπισχνοῦμαι δέ σοι τοσαῦτʼ ἀγαθὰ ποιήσειν Οὐολούσκους φίλος τῷ ἔθνει γενόμενος, ὅσα κακὰ εἰργασάμην ἐχθρὸς ὤν. εἰ δέ τι ἄλλο γινώσκεις περὶ ἐμοῦ, χρῆσαι τῇ ὀργῇ παραχρῆμα καὶ θάνατον χάρισαί μοι τὸν τάχιστον αὐτοχειρίᾳ τε καὶ ἐπὶ τῆς ἑστίας τῆς σεαυτοῦ καθιερεύσας τὸν ἱκέτην.