Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

διεξιὼν δὲ ταῦτα μετὰ πολλῶν δακρύων οὐ προσποιητῶν καὶ πεπλασμένων, ἀλλʼ ἀληθινῶν, ἀνὴρ ἡλικίας τε καὶ ἀρετῆς ἀξιώσει προὔχων, ὡς ἔμαθε κινούμενον ἐπὶ τοῖς λεγομένοις τὸ συνέδριον, ἐκ τοῦ τεθαρρηκότος ἤδη τὸ λοιπὸν ἐξύφαινε τῶν λόγων· εἰ δέ τινες ὑμῶν, ὦ βουλευταί, λέγων, ταράττονται δοκοῦντες ἔθος εἰσάγειν πονηρὸν εἰς τὴν πόλιν, ἐὰν τῷ δήμῳ συγχωρήσητε ψῆφον ἐπιφέρειν κατὰ τῶν πατρικίων, καὶ ἐπʼ οὐδενὶ ἀγαθῷ νομίζουσι τὴν τῶν δημάρχων ἐξουσίαν πολλὴν ἰσχὺν λαβοῦσαν γενήσεσθαι, μαθέτωσαν ἁμαρτάνοντες τῆς δόξης καὶ τἀναντία ἢ

προσῆκεν ὑπειληφότες. εἰ γάρ τι καὶ ἄλλο σωτηρίας αἴτιον ἔσται τῇ πόλει τῇδε καὶ τοῦ μηδέποτε τὴν ἐλευθερίαν μηδὲ τὴν ἰσχὺν ἀφαιρεθῆναι, ὁμονοοῦσαν δʼ ἀεὶ καὶ μιᾷ γνώμῃ περὶ πάντων χρωμένην διατελεῖν, ὁ δῆμος αἰτιώτατος ἔσται συμπαραληφθεὶς ἐπὶ τὰ πράγματα· καὶ τὸ μὴ μίαν εἶναι τὴν διοικοῦσαν τὰ κοινὰ πολιτείαν ἄκρατον μήτε μοναρχίαν μήτʼ ὀλιγαρχίαν

v.3p.86
μήτε δημοκρατίαν, ἀλλὰ τὴν μικτὴν ἐξ ἁπασῶν τούτων κατάστασιν, τοῦτο ὑπὲρ ἅπαντα ἡμᾶς ὠφελήσει.

ῥᾷστα γὰρ εἰς ὕβρεις ἀποσκήπτει καὶ παρανομίας τούτων ἕκαστον τῶν πολιτευμάτων αὐτὸ καθʼ ἑαυτὸ γινόμενον, ὅταν δʼ ἀνακερασθῇ πάντα μετρίως, τὸ παρακινοῦν μέρος αἰεὶ καὶ ἐκβαῖνον ἐκ τοῦ συνήθους κόσμου ὑπὸ τοῦ σωφρονοῦντος καὶ μένοντος ἐν τοῖς ἰδίοις ἤθεσι κατείργεται. μοναρχία μὲν ὠμὴ καὶ αὐθάδης γενηθεῖσα καὶ τυραννικὰ διώκειν ἀρξαμένη ζηλώματα ὑπʼ ἀνδρῶν ὀλίγων καὶ ἀγαθῶν καταλύεται.

ὀλιγαρχία δʼ ἐκ τῶν ἀρίστων ἀνδρῶν συνεστηκυῖα, ᾗ χρῆσθε καὶ ὑμεῖς νυνί, ὅταν πλούτῳ καὶ ἑταιρίαις ἐπαρθεῖσα δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς μηθένα ποιῆται λόγον, ὑπὸ δήμου φρονίμου καταλύεται. δῆμος δὲ σωφρονῶν καὶ κατὰ νόμους πολιτευόμενος ὅταν ἀκοσμεῖν ἄρξηται καὶ παρανομεῖν ὑπὸ τοῦ κρατίστου ἀνδρὸς βίᾳ καταληφθεὶς δικαιοῦται.

ὑμῖν δʼ, ὦ βουλή, μονάρχου μὲν ἐξουσίας, ἵνα μὴ τυραννὶς γένηται, τὰ δυνατὰ εὕρηται βοηθήματα. δύο τε γὰρ ἀνθʼ ἑνὸς ἀποδείξαντες τῆς πόλεως κυρίους καὶ τούτοις οὐκ ἀόριστον χρόνον ἐπιτρέψαντες ἔχειν τὴν ἀρχήν, ἀλλʼ ἐνιαύσιον οὐδὲν ἧττον ἀποδείκνυτε φύλακας αὐτῶν τριακοσίους ἄνδρας ἐκ τῶν πατρικίων τοὺς κρατίστους τε καὶ πρεσβυτάτους, ἐξ ὧν ἥδε ἡ βουλὴ συνέστηκεν· ὑμῶν δʼ αὐτῶν, ἵνα μένητε

v.3p.87
ἐν τῷ προσήκοντι κόσμῳ, φυλακὴν οὐδεμίαν ἄχρι τοῦδε φαίνεσθε πεποιημένοι.

καὶ περὶ μὲν ὑμῶν οὔπω ἔδεισα, μὴ διαφθαρῆτε τὰς διανοίας ὑπό τε μεγέθους καὶ πλήθους ἀγαθῶν, οἳ τυραννίδος τε πολυχρονίου ἠλευθερώκατε τὴν πόλιν ἔναγχος καὶ οὔπω σχολὴν ἐσχήκατε ὑβρίζειν καὶ τρυφᾶν διά τοὺς συνεχεῖς καὶ μακροὺς πολέμους· περὶ δὲ τῶν μεθʼ ὑμᾶς ἐσομένων ἐνθυμούμενος ὅσας ὁ μακρὸς αἰὼν φέρει μεταβολὰς δέδοικα, μή τι παρακινήσαντες οἱ δυνατοὶ οἱ ἐκ τοῦ συνεδρίου λάθωσιν εἰς μοναρχίαν τὸ πολίτευμα περιστήσαντες τυραννικήν.