Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

δίκαια μὲν δὴ ταῦτα προεχόμενοι πρὸς ὑμᾶς μεγάλα, ὥς γʼ οὖν οἰόμεθα, πείθομεν ὑμᾶς μηδὲν ἐξαμαρτάνειν· χρηστὰ δὲ καὶ φιλάνθρωπα ἔργα, οἷς χρησόμεθα οὐκ ὀνειδίσαι βουλόμενοι ὑμᾶς, ἀλλʼ ἐπιεικεστέρους ποιῆσαι, — χωρὶς τῶν παλαιῶν τὰ νεωστὶ γενόμενα περὶ τὴν κάθοδον ὑμῶν, — ὧν ἡμεῖς μὲν ἐπιλελῆσθαι βουλόμεθα, ὑμεῖς δὲ δίκαιοί ἐστε μεμνῆσθαι.

ἀναγκαζόμεθα δʼ αὐτὰ παραφέρειν νυνὶ χρῄζοντες ἀντὶ πολλῶν καὶ μεγάλων, ὧν ὑμῖν δεομένοις ἐχαρισάμεθα, ταύτην παρʼ ὑμῶν ἀντιλαβεῖν τὴν χάριν, μήτʼ ἀποκτεῖναι μήτʼ ἐκβαλεῖν τῆς πόλεως ἄνδρα φιλόπολιν καὶ τὰ πολέμια πάντων κράτιστον. ζημιωσόμεθα γὰρ οὐ μικρά, εὖ ἴστε, ὦ δημόται, τοιαύτης ἀποστερήσαντες ἀρετῆς τὴν πόλιν. μάλιστα μὲν οὖν διʼ αὐτὸν ἐκεῖνον ὑφεῖναι τῆς ὀργῆς δίκαιοί ἐστε μνησθέντες, ὅσους ὑμῶν ἔσωσεν ἐν τοῖς πολέμοις, καὶ μὴ λόγων μνησικακεῖν φαύλων, ἀλλʼ ἔργων μεμνῆσθαι καλῶν.

ὁ μὲν γὰρ λόγος ὑμᾶς τοῦ ἀνδρὸς οὐδὲν ἔβλαψεν, αἱ δὲ πράξεις αὐτοῦ μεγάλα ὠφέλησαν. εἰ δὲ πρὸς τοῦτον ἀδιαλλάκτως ἔχετε, ἡμῖν γέ τοι καὶ τῇ βουλῇ χαρίσασθε αὐτὸν δεομένοις, καὶ διαλλάγητε ἤδη ποτὲ βεβαίως τήν τε πόλιν, ὥσπερ ἐξ ἀρχῆς εἶχε, μίαν

v.3p.49
εἶναι ποιήσατε. εἰ δὲ πείθουσιν ἡμῖν οὐ συγχωρήσετε, εὖ ἴστε, ὅτι οὐδʼ ἡμεῖς βιαζομένοις ὑμῖν εἴξομεν, ἀλλʼ ἤτοι φιλότητος ἀδόλου καὶ χαρίτων ἔτι μειζόνων ἥδε ἡ πεῖρα τοῦ δήμου πᾶσιν αἰτία ἔσται, ἢ πολέμου ἐμφυλίου αὖθις ἄρξει καὶ κακῶν ἀνηκέστων.