Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

πολλὰ δὲ τοῦ Μαρκίου καθήπτοντο τοὺς ῥηθέντας ὑπʼ αὐτοῦ λόγους ἐν τῇ βουλῇ διεξιόντες, καὶ ὅτι καλούμενος εἰς ἀπολογίαν ὑπὸ τοῦ δήμου οὐ μόνον οὐκ ἠξίωσεν ἐλθεῖν, ἀλλὰ καὶ τοὺς ἀφικομένους ἐπʼ αὐτὸν ἀγορανόμους τύπτων ἀπήλασεν. ἐκάλουν δὲ μάρτυρας τῶν ἐν τῇ βουλῇ γενομένων τοὺς ἐντιμοτάτους τῶν ἐκεῖ, τῆς δὲ περὶ τοὺς ἀγορανόμους ὕβρεως ἅπαντας τοὺς τότε παρόντας κατὰ τὴν ἀγορὰν δημοτικούς.

ταῦτα δʼ εἰπόντες ἐδίδοσαν, εἰ βουλομένοις εἴη, τοῖς πατρικίοις ἀπολογίαν, κατέχοντες ἐπὶ τῆς ἐκκλησίας τὸν δῆμον, ἕως ἡ βουλὴ διαλυθείη. ἔτυχον γὰρ ὑπὲρ αὐτῶν τούτων συνεδρεύοντες οἱ πατρίκιοι διαποροῦντες, εἴτʼ ἀπολογητέον αὐτοῖς εἴη πρὸς τὸν δῆμον ὑπὲρ ὧν διεβλήθησαν,

εἴτε μενετέον ἐφʼ ἡσυχίας. ἐπεὶ δʼ αἱ πλείους γνῶμαι τὰ φιλανθρωπότερα τῶν αὐθαδεστέρων προείλοντο, διαλύσαντες οἱ ὕπατοι τὸν σύλλογον προῆλθον

v.3p.43
εἰς τὴν ἀγορὰν τάς τε κοινὰς ἀπολυσόμενοι διαβολὰς καὶ περὶ τοῦ Μαρκίου τὸν δῆμον ἀξιώσοντες μηθὲν βουλεῦσαι ἀνήκεστον. καὶ παρελθὼν ὁ πρεσβύτερος αὐτῶν Μηνύκιος ἔλεξε τοιάδε.