Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

οἱ δὲ μετʼ αὐτοὺς ἀποδειχθέντες ὕπατοι Μάρκος Μηνύκιος Αὐγουρῖνος καὶ Αὖλος Σεμπρώνιος Ἀτρατῖνος δεύτερον καταστάντες ἐπὶ τὴν ἀρχήν, ἄνδρες

v.3p.33
οὔθʼ ὅπλων οὔτε λόγων ἄπειροι, προνοίᾳ μὲν ἐχρήσαντο πολλῇ σίτου τε καὶ τῆς ἄλλης ἀγορᾶς ἐμπλῆσαι τὴν πόλιν, ὡς ἐν τῇ κατʼ αὐτὴν εὐετηρίᾳ τῆς ὁμονοίας τοῦ πλήθους κειμένης· οὐ μὴν ἐξεγένετό γʼ αὐτοῖς ἀμφοτέρων ἅμα τούτων τυχεῖν, ἀλλὰ συνεισῆλθεν ἅμα τῷ κόρῳ τῶν ἀγαθῶν ἡ τῶν χρησαμένων αὐτοῖς ὕβρις.

καὶ τότε δὴ μέγιστος κατέλαβε τὴν Ῥώμην κίνδυνος ἐξ ἀρχῆς, ὅτε ἥκιστʼ ἐδόκει. οἵ τε γὰρ ἐπὶ τὴν σιτωνίαν ἀποσταλέντες ὑπʼ αὐτῶν πρέσβεις πολὺν ἐκ τῶν παραθαλαττίων τε καὶ μεσογείων ἐμπορίων σῖτον ὠνησάμενοι κατήγαγον δημοσίᾳ, οἵ τε διαμείβεσθαι τὰς ἀγορὰς εἰωθότες ἐκ παντὸς τόπου συνῆλθον, παρʼ ὧν ἡ πόλις ὠνησαμένη τὸν φόρτον ἐκ τῶν κοινῶν χρημάτων εἶχεν ἐν φυλακῇ.

ἦλθον δὲ καὶ οἱ πρότερον ἀποσταλέντες πρέσβεις εἰς Σικελίαν Γεγάνιος καὶ Οὐαλέριος πολλὰς ἄγοντες ὁλκάδας, ἐν αἷς ἐκομίζοντο πυρῶν πέντε μυριάδες μεδίμνων Σικελικῶν, ὧν τὸ μὲν ἥμισυ μέρος ὠνητὸν ἦν βραχείας πάνυ τιμῆς, τὸ δὲ λοιπὸν ὁ τύραννος ἀπεστάλκει προῖκα δοὺς καὶ τέλεσι παρακομίσας τοῖς ἰδίοις.

ὡς δʼ ἀπηγγέλθη τοῖς ἐν τῇ πόλει ὁ κατάπλους τῶν σιτηγῶν ὁλκάδων τῶν ἀπὸ Σικελίας, πολλὴ ζήτησις ἐνέπιπτε τοῖς πατρικίοις ὑπὲρ τῆς διαθέσεως αὐτοῦ. οἱ μὲν γὰρ ἐπιεικέστατοι αὐτῶν καὶ φιλοδημότατοι πρὸς τὰς κατεχούσας τὸ κοινὸν ἀνάγκας ἀποβλέποντες τήν τε παρὰ τοῦ τυράννου δωρεὰν παρῄνουν ἅπασαν διανεῖμαι τοῖς δημοτικοῖς, καὶ τὸν ὠνηθέντα ἐκ τῶν δημοσίων

v.3p.34
χρημάτων σῖτον ὀλίγης αὐτοῖς ἀπεμπολῆσαι τιμῆς, διδάσκοντες ὡς ἐκ τούτων ἂν γένοιντο μάλιστα τῶν χαρίτων ἐπιεικέστεραι πρὸς τοὺς εὐπόρους αἱ τῶν πενήτων ὀργαί· οἱ δʼ αὐθαδέστεροι καὶ ὀλιγαρχικώτεροι πάσῃ προθυμίᾳ τε καὶ μηχανῇ κακοῦν ᾤοντο δεῖν τοὺς δημοτικοὺς καὶ συνεβούλευον τιμίας ὡς ἔνι μάλιστα ποιεῖν αὐτοῖς τὰς ἀγοράς, ἵνα σωφρονέστεροι διὰ τὴν ἀνάγκην γένοιντο καὶ πρὸς τὰ λοιπὰ τῆς πολιτείας δίκαια νομιμώτεροι.