Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐγένετο δʼ οὐδὲν τῶν ἐκ λογισμοῦ τοῖς πατρικίοις κατὰ γοῦν τὴν ἐλπίδα λωφήσειν τὴν στάσιν, ἀλλʼ οἱ περιλειφθέντες ἔτι χείρους ταῖς ὀργαῖς ἦσαν καὶ πολλῇ τῇ καταβοῇ τῶν βουλευτῶν ἐχρῶντο κατά τε συστροφὰς καὶ ἑταιρίας, ὀλίγοι μὲν συνιόντες τὸ πρῶτον, ἔπειτʼ ἀθρόοι συντονωτέρας ἤδη γινομένης τῆς ἀπορίας καὶ συνδραμόντες εἰς τὴν ἀγορὰν τοὺς δημάρχους ἐβόων.

συναχθείσης δʼ ὑπʼ αὐτῶν ἐκκλησίας παρελθὼν Σπόριος Σικίνιος, ὃς ἦν τοῦ ἀρχείου τότε ἡγεμών, αὐτός τε πολὺς ἔρρει κατὰ τῆς βουλῆς αὔξων ὡς μάλιστʼ ἐνῆν τὸν κατʼ αὐτῆς φθόνον, καὶ τοὺς ἄλλους ἠξίου λέγειν ἃ φρονοῦσιν εἰς τὸ κοινόν, μάλιστα δὲ τὸν Σικίνιον καὶ τὸν Βροῦτον ἀγορανόμους τότʼ ὄντας ἀνακαλῶν ἑκάτερον ἐξ ὀνόματος, οἳ καὶ τῆς πρώτης ἀποστάσεως τῷ δήμῳ ἦρξαν, καὶ τὴν δημαρχικὴν ἐξουσίαν εἰσηγησάμενοι πρῶτοι αὐτῆς ἔτυχον.

παρελθόντες δʼ οὗτοι τοὺς κακοηθεστάτους τῶν λόγων ἐκ πολλοῦ παρεσκευασμένοι διεξῄεσαν, ἃ τοῖς πολλοῖς ἀκούειν ἦν βουλομένοις, ὡς ἐκ προνοίας τε καὶ ἐπιβουλῆς ὑπὸ τῶν πλουσίων γένοιθʼ ἡ περὶ τὸν

v.3p.24
σῖτον ἀπορία, ἐπειδὴ τὴν ἐλευθερίαν ἀκόντων ἐκείνων ὁ δῆμος ἐκ τῆς ἀποστάσεως εὕρετο.

ἰσομοιρεῖν τʼ οὐδὲ κατὰ μικρὸν ἀπέφαινον τῆς συμφορᾶς τοῖς πένησι τοὺς εὐπόρους· ἐκείνοις μὲν γὰρ εἶναι καὶ τροφὰς ἐν ἀφανεῖ ἀποκειμένας καὶ χρήματα, οἷς ὠνούμενοι τὰς ἐπεισάκτους ἀγορὰς ἐν πολλῇ ὑπεροψίᾳ ἦσαν τοῦ κακοῦ, τοῖς δὲ δημόταις ἀμφότερα ταῦτʼ ἀπόρως ἔχειν· τήν τʼ ἀποστολὴν τῶν κληρούχων, ἣν ἐποιήσαντο εἰς νοσερὰ χωρία, ἐκβολὴν ἀποφαίνοντες εἰς προφανῆ καὶ μακρῷ χείρονα ὄλεθρον, αὔξοντες ὡς μάλιστα δυνατοὶ ἦσαν τῷ λόγῳ τὰ δεινά, καὶ τί πέρας ἔσται τῶν κακῶν ἀξιοῦντες μαθεῖν, ὑπομιμνήσκοντές τε τῶν παλαιῶν αὐτοὺς αἰκισμῶν, οἷς ὑπὸ τῶν πλουσίων ἔτυχον αἰκισθέντες, καὶ

τἆλλα τὰ ὅμοια τούτοις κατὰ πολλὴν ἄδειαν διεξιόντες. τελευτῶν δʼ ὁ Βροῦτος εἰς ἀπειλήν τινα τοιάνδε κατέκλεισε τὸν λόγον, ὡς εἰ βουληθεῖεν αὐτῷ πείθεσθαι διὰ ταχέων προσαναγκάσων τοὺς ἐκκαύσαντας τὸ δεινὸν καὶ κατασβέσαι. ἡ μὲν δὴ ἐκκλησία διελύετο.