Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

Τίτου δὲ Γεγανίου Μακερίνου καὶ Ποπλίου Μηνυκίου τὴν ὕπατον ἐξουσίαν παραλαβόντων σίτου σπάνις ἰσχυρὰ τὴν Ῥώμην κατέσχεν ἐκ τῆς ἀποστάσεως λαβοῦσα τὴν ἀρχήν. ὁ μὲν γὰρ δῆμος ἀπέστη τῶν πατρικίων μετὰ τὴν μετοπωρινὴν ἰσημερίαν ὑπʼ αὐτὴν μάλιστα τὴν ἀρχὴν τοῦ σπόρου· ἐξέλιπον δὲ τὴν χώραν οἱ γεωργοῦντες ἅμα τῇ κινήσει καὶ διέστησαν οἱ μὲν εὐχερέστεροι πρὸς τοὺς πατρικίους, τὸ δὲ θητικὸν μέρος ὡς τοὺς δημοτικούς· καὶ διέμειναν ἐξ ἐκείνου χωρὶς ἀλλήλων ὄντες, ἕως οὗ κατέστη καὶ συνῆλθεν ἡ πόλις εἰς ἑαυτὴν οὐ πολλῷ πρότερον διαλλαγεῖσα τῆς

v.3p.2

χειμερινῆς τροπῆς. τὸν δὲ μεταξὺ χρόνον, ἐν ᾧ ὁ πᾶς ἐπιτελεῖται σπόρος ὡραῖος, ἔρημος ἡ χώρα τῶν ἐπιμελησομένων ἦν καὶ ἐπὶ πολὺν χρόνον διετέλεσεν, ὥστε μηδὲ κατελθοῦσι τοῖς γεωργοῖς ἀναλαβεῖν αὐτὴν ἔτι ῥᾴδιον εἶναι δούλων τʼ ἀποστάσει καὶ κτηνῶν ὀλέθρῳ, μεθʼ ὧν αὐτὴν ἔμελλον ἐργάζεσθαι κεκακωμένην, ἀφορμῆς τʼ οὐ πολλοῖς εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ὑπαρχούσης οὔτε σπερμάτων οὔτε τροφῆς.

ταῦθʼ ἡ βουλὴ μαθοῦσα πρέσβεις διεπέμπετο πρὸς Τυρρηνοὺς καὶ Καμπανοὺς καὶ τὸ καλούμενον Πωμεντῖνον πεδίον σῖτον ὅσον ἂν δύναιντο πλεῖστον ὠνησομένους· Πόπλιος δὲ Οὐαλέριος καὶ Λεύκιος Γεγάνιος εἰς Σικελίαν ἀπεστάλησαν, Οὐαλέριος μὲν υἱὸς ὢν Ποπλικόλα, Γεγάνιος δὲ θατέρου τῶν ὑπάτων ἀδελφός.

τύραννοι δὲ τότε κατὰ πόλεις μὲν ἦσαν, ἐπιφανέστατος δὲ Γέλων ὁ Δεινομένους νεωστὶ τὴν Ἱπποκράτους τοῦ ἀδελφοῦ τυραννίδα παρειληφώς, οὐχὶ Διονύσιος ὁ Συρακούσιος, ὡς Λικίννιος γέγραφε καὶ Γέλλιος καὶ ἄλλοι συχνοὶ τῶν Ῥωμαίων συγγραφέων οὐθὲν ἐξητακότες τῶν περὶ τοὺς χρόνους ἀκριβῶς, ὡς αὐτὸ δηλοῖ τοὖργον, ἀλλʼ εἰκῆ τὸ προστυχὸν ἀποφαινόμενοι.