Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἡγεμόνος οἰκήσομεν; εἰ δὴ ταῦτα διανοηθέντες τῶν συνήθων ἐπιτηδευμάτων ἀποσταῖεν, τί κωλύσει ταύτην κακὴν κακῶς ἀπολέσθαι τὴν πόλιν ὑπὸ λιμοῦ τε καὶ πολέμου καὶ παντὸς ἄλλου κακοῦ; μαθόντες οὖν, ὦ δημόται, ὅτι καθάπερ ἐν τοῖς σώμασιν ἡμῶν ἡ λοιδορουμένη κακῶς ὑπὸ τῶν πολλῶν γαστὴρ τρέφει τὸ σῶμα τρεφομένη καὶ σώζει σωζομένη, καὶ ἔστιν ὡσεί τις ἑστίασις κοινὴ τὸ πρόσφορον ἁπάντων καὶ τῆς διαλλαγῆς αἴτιον ἀποδιδοῦσα, οὕτως ἐν ταῖς πόλεσιν ἡ διοικοῦσα τὰ κοινὰ καὶ τοῦ προσήκοντος ἑκάστῳ προνοουμένη βουλὴ πάντα σώζει καὶ φυλάττει καὶ ἐπανορθοῖ, παύσασθε τὰς ἐπιφθόνους κατʼ αὐτῆς φωνὰς λέγοντες, ὡς ἐξεβλήθητε τῆς πατρίδος καὶ ὡς ἀλῆται καὶ πτωχοὶ περιέρχεσθε διʼ αὐτήν. οὐδὲν γὰρ ὑμᾶς εἴργασται δεινὸν οὐδʼ ἂν ἐργάσαιτο, ἀλλʼ αὐτὴ καλεῖ καὶ ἀντιβολεῖ καὶ τὰς ψυχὰς ὑμῖν ἅμα ταῖς πύλαις ἀναπετάσασα ὑποδέχεται.

τοιαῦτα λέγοντος τοῦ Μενηνίου πολλαὶ καὶ ποικίλαι παρʼ ὅλην ἐγίγνοντο τὴν δημηγορίαν ἐκ τῶν παρόντων φωναί. ἐπειδὴ δὲ τελευτῶν τοῦ λόγου

v.2p.393
πρὸς ὀλοφυρμοὺς ἐτράπετο καὶ τὰς μελλούσας καθέξειν συμφορὰς τούς τε ὑπομένοντας ἐν τῇ πόλει καὶ τοὺς ἀπελαυνομένους καὶ τὰς ἀμφοῖν ἀνεκλαύσατο τύχας, δάκρυά θʼ ἁπάντων ἐξεχεῖτο καὶ μιᾷ βοῇ συμφρονήσαντες ἀνεβόησαν ἀπάγειν σφᾶς εἰς τὴν πόλιν καὶ μὴ τρίβειν τὸν χρόνον· ὀλίγου τε πάνυ ἐδέησαν ἀπιέναι διὰ τάχους ἐκ τῆς ἐκκλησίας ἅπαντα τὰ πράγματα τοῖς πρεσβευταῖς ἐπιτρέψαντες καὶ μηδὲν ἄλλο τῶν εἰς ἀσφάλειαν πραγματευσάμενοι, εἰ μὴ παρελθὼν ὁ Βροῦτος ἐπέσχε τὰς ὁρμὰς αὐτῶν τὰ μὲν ἄλλα καλῶς ἔχειν τῷ δήμῳ λέγων, ὅσα ἡ βουλὴ ὑπισχνεῖτο, καὶ πολλὴν αὐτῇ τῶν συγχωρηθέντων χάριν ἔχειν ἀξιῶν· δεδοικέναι μέντοι τὸν ἅπαντα χρόνον φάσκων καὶ τοὺς αὖθίς ποτε τυραννικοὺς ἄνδρας ἐπιχειρήσοντας εἰ τύχοι,

περὶ τῶν γεγονότων τῷ δήμῳ μνησικακεῖν. μίαν δʼ εἶναι πᾶσι τοῖς δεδοικόσι τοὺς κρείττονας μόνην ἀσφάλειαν ταύτην, εἰ γένοιτο αὐτοῖς φανερόν, ὅτι τοῖς βουλομένοις αὐτοὺς ἀδικεῖν οὐχ ὑπάρχει δύναμις· ἕως δʼ ἂν παρῇ τὸ δύνασθαι τὰ πονηρὰ δρᾶν, οὐκ ἐλλείψειν τοῖς πονηροῖς τὸ βούλεσθαι. ταύτης οὖν εἰ τύχοιεν τῆς ἀσφαλείας, οὐθὲν αὐτοῖς ἔτι δεήσειν.

ὑποτυχόντος δὲ τοῦ Μενηνίου καὶ κελεύσαντος λέγειν τὴν ἀσφάλειαν, ἧς ἔτι τὸν δῆμον οἴεται δεῖσθαι, συγχωρήσατε, φησίν, ἡμῖν ἄρχοντας ἀποδεικνύναι καθʼ ἕκαστον ἐνιαυτὸν ἐξ ἡμῶν ὁσουσδήτινας, οἵτινες ἄλλου μὲν οὐδενὸς

v.2p.394
ἔσονται κύριοι, τοῖς δʼ ἀδικουμένοις ἢ κατισχυομένοις τῶν δημοτῶν βοηθήσουσι καὶ οὐ περιόψονται τῶν δικαίων ἀποστερούμενον οὐθένα· τοῦτο ὑμᾶς ἀντιβολοῦμεν καὶ δεόμεθα πρὸς τοῖς ἄλλοις οἷς δεδώκατε, εἰ μὴ λόγος, ἀλλʼ ἔργον εἰσὶν αἱ διαλλαγαί, δοῦναι καὶ χαρίσασθαι.