Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἔοικέ πως ἀνθρωπείῳ σώματι πόλις. σύνθετον γὰρ καὶ ἐκ πολλῶν μερῶν ἐστιν ἑκάτερον· καὶ οὔτε δύναμιν ἔχει ἕκαστον τὴν αὐτὴν τῶν ἐν αὐτοῖς μερῶν οὔτε χρείας παρέχεται τὰς ἴσας.

εἰ δὴ λάβοι τὰ μέρη τοῦ ἀνθρωπείου σώματος ἰδίαν αἴσθησιν καθʼ αὑτὰ καὶ φωνήν, ἔπειτα στάσις ἐν αὐτοῖς ἐμπέσοι καθʼ ἓν γενομένοις τοῖς ἄλλοις ἅπασι πρὸς τὴν γαστέρα μόνην, καὶ λέγοιεν οἱ μὲν πόδες, ὅτι πᾶν ἐπʼ αὐτοῖς ἐπίκειται τὸ σῶμα· αἱ δὲ χεῖρες, ὅτι τὰς τέχνας ἐργάζονται καὶ τἀπιτήδεια ἐκπορίζουσι καὶ μάχονται πολεμίοις καὶ ἄλλα πολλὰ ὠφελήματα παρέχουσιν εἰς τὸ κοινόν· οἱ δὲ ὦμοι, ὅτι τὰ ἄχθη πάντα ἐπʼ

v.2p.391
αὐτοῖς κομίζεται· τὸ δὲ στόμα ὅτι φθέγγεται· ἡ δὲ κεφαλή, ὅτι ὁρᾷ καὶ ἀκούει καὶ τὰς ἄλλας αἰσθήσεις περιλαβοῦσα πάσας ἔχει, διʼ ὧν σώζεται τὸ πρᾶγμα· εἶτα φαῖεν πρὸς τὴν γαστέρα· σὺ δʼ, ὦ χρηστή, τί τούτων ποιεῖς ἢ τίς ἐστιν ἡ σὴ χάρις ἡμῖν καὶ ὠφέλεια; ἀλλὰ σύ γε τοσοῦτον ἀπέχεις τοῦ πράττειν καὶ συγκατορθοῦν ἡμῖν τι τῶν κοινῇ χρησίμων, ὥστε καὶ ἀντιπράττεις καὶ ἐνοχλεῖς καί, πρᾶγμα ἀφόρητον, ὑπηρετεῖν ἀναγκάζεις καὶ φέρειν ἁπανταχόθεν εἰς τὴν ἐκπλήρωσιν τῶν σεαυτῆς ἐπιθυμιῶν.

φέρε, τί οὐ μεταποιούμεθα τῆς ἐλευθερίας, καὶ τῶν πολλῶν ἀφιέμεθα πραγματειῶν, ἃς ἕνεκα ταύτης ὑπομένομεν; εἰ δὴ ταῦτα δόξειεν αὐτοῖς καὶ μηδὲν ἔτι δρῴη τὸ ἑαυτοῦ ἔργον, ἔσθʼ ὅπως ἂν ἐπὶ τὸ πολὺ διαρκέσαι δυνηθείη τὸ σῶμα, ἀλλʼ οὐκ ἂν ἐντὸς ὀλίγων ἡμερῶν τῷ κακίστῳ τῶν μόρων ἀναλωθείη, λιμῷ; οὐκ ἂν ἔχοι ἄλλως τις εἰπεῖν.

τὸν αὐτὸν δὴ τρόπον ὑπολάβετε καὶ περὶ πόλεως. πολλὰ γὰρ δὴ τὰ συμπληροῦντα καὶ ταύτην ἔθνη καὶ οὐδὲν ἀλλήλοις ἐοικότα, ὧν ἕκαστον ἰδίαν τινὰ τῷ κοινῷ χρείαν ὥσπερ τὰ μέλη τῷ σώματι παρέχεται. οἱ μὲν γὰρ τοὺς ἀγροὺς γεωργοῦσιν, οἱ δὲ μάχονται περὶ αὐτῶν πρὸς τοὺς πολεμίους, οἱ δʼ ἐμπορεύονται πολλὰς διὰ θαλάσσης ὠφελείας, οἱ δὲ τὰς ἀναγκαίας ἐργάζονται τέχνας. εἰ δὲ πάντα τὰ ἔθνη ταῦτα πρὸς

v.2p.392
τὴν βουλὴν τὴν ἐκ τῶν ἀρίστων συνηγμένην διαστασιάσειε καὶ λέγοι· σὺ δʼ ἡμῖν, ὦ βουλή, τί ποιεῖς ἀγαθὸν καὶ ἀντὶ ποίας αἰτίας ἄρχειν τῶν ἄλλων ἀξιοῖς; οὐθὲν γὰρ ἂν εἰπεῖν ἔχοις· ἔπειτʼ οὐκ ἀπαλλαγησόμεθά σου τῆς τυραννίδος ταύτης ἤδη ποτὲ καὶ δίχʼ

ἡγεμόνος οἰκήσομεν; εἰ δὴ ταῦτα διανοηθέντες τῶν συνήθων ἐπιτηδευμάτων ἀποσταῖεν, τί κωλύσει ταύτην κακὴν κακῶς ἀπολέσθαι τὴν πόλιν ὑπὸ λιμοῦ τε καὶ πολέμου καὶ παντὸς ἄλλου κακοῦ; μαθόντες οὖν, ὦ δημόται, ὅτι καθάπερ ἐν τοῖς σώμασιν ἡμῶν ἡ λοιδορουμένη κακῶς ὑπὸ τῶν πολλῶν γαστὴρ τρέφει τὸ σῶμα τρεφομένη καὶ σώζει σωζομένη, καὶ ἔστιν ὡσεί τις ἑστίασις κοινὴ τὸ πρόσφορον ἁπάντων καὶ τῆς διαλλαγῆς αἴτιον ἀποδιδοῦσα, οὕτως ἐν ταῖς πόλεσιν ἡ διοικοῦσα τὰ κοινὰ καὶ τοῦ προσήκοντος ἑκάστῳ προνοουμένη βουλὴ πάντα σώζει καὶ φυλάττει καὶ ἐπανορθοῖ, παύσασθε τὰς ἐπιφθόνους κατʼ αὐτῆς φωνὰς λέγοντες, ὡς ἐξεβλήθητε τῆς πατρίδος καὶ ὡς ἀλῆται καὶ πτωχοὶ περιέρχεσθε διʼ αὐτήν. οὐδὲν γὰρ ὑμᾶς εἴργασται δεινὸν οὐδʼ ἂν ἐργάσαιτο, ἀλλʼ αὐτὴ καλεῖ καὶ ἀντιβολεῖ καὶ τὰς ψυχὰς ὑμῖν ἅμα ταῖς πύλαις ἀναπετάσασα ὑποδέχεται.