Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταύτας οἱ πρέσβεις παρʼ αὐτῶν λαβόντες τὰς ἐντολὰς αὐθημερὸν ἐξῄεσαν. φθάσασα δὲ τὴν παρουσίαν αὐτῶν ἡ φήμη διήγγειλε τοῖς ἐπὶ στρατοπέδου

v.2p.366
πάντα τὰ ἐν τῇ πόλει γενόμενα, καὶ αὐτίκα πάντες ἐκλιπόντες τὸ ἔρυμα ὑπήντων ἔτι καθʼ ὁδὸν οὖσι τοῖς πρεσβευταῖς. ἦν δέ τις ἐν τῷ στρατοπέδῳ πάνυ ταραχώδης καὶ στασιαστὴς ἀνήρ, ὀξὺς τῇ γνώμῃ προιδεῖν τι τῶν ἐσομένων ἐκ πολλοῦ, καὶ εἰπεῖν ὅ τι νοήσειεν ὡς λάλος καὶ κωτίλος οὐκ ἀδύνατος, ὃς ἐκαλεῖτο μὲν Λεύκιος Ἰούνιος, ὁμώνυμος τῷ καταλύσαντι τοὺς βασιλεῖς, ἐκπληρῶσαι δὲ τὴν ὁμωνυμίαν βουλόμενος ἠξίου καὶ Βροῦτος ἐπικαλεῖσθαι. τοῖς δʼ ἄρα πολλοῖς γέλως ἐπὶ τῇ κενοσπουδίᾳ τοῦ ἀνθρώπου εἰσήρχετο, καὶ ὅτε βουληθεῖεν ἐπισκώπτειν αὐτὸν Βροῦτον ἐπεκάλουν.

οὗτος ὁ ἀνὴρ τὸν ἡγεμόνα τοῦ στρατοπέδου Σικίννιον διδάξας, ὡς οὐκ ἄμεινον εἴη τῷ δήμῳ ῥᾳδίως ἑαυτὸν ἐπιτρέπειν τοῖς προτεινομένοις, ἵνα μὴ ἀπʼ ἐλάττονος ἀξιώσεως ἀτιμοτέραν εὕρηται τὴν κάθοδον, ἀλλʼ ἐναντιοῦσθαι μέχρι πολλοῦ καὶ τραγῳδίαν τινὰ ἐπιθεῖναι τοῖς πράγμασι προσποιητόν, ὑποσχόμενός τʼ αὐτὸς ἀναλήψεσθαι τὸν ὑπὲρ τοῦ δήμου λόγον τά τʼ ἄλλα ὑποθέμενος, ἃ χρὴ πράττειν ἢ λέγειν, ἔπεισε τὸν Σικίννιον. καὶ μετὰ τοῦτο ὁ μὲν Σικίννιος συγκαλέσας εἰς ἐκκλησίαν τὸν δῆμον ἐκέλευσε τοὺς πρεσβευτὰς ὑπὲρ ὧν ἥκουσι λέγειν.