Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὃ δὲ πάντων ἐστὶ κράτιστον ἐν τοῖς πολέμοις, καὶ οὔτε ὑμεῖς αὐτοὶ ἐνεθυμήθητέ πω, οὔτε τῶν συμβούλων οὐδεὶς λέγει, τοῦτο προσθεὶς παύσομαι. οὐδενὸς οὕτω δεῖ τοῖς μέλλουσιν εὐτυχὲς ἕξειν τὸ τῶν ἀγώνων τέλος, ὡς στρατηγῶν ἀγαθῶν. τούτων ἡ μὲν ἡμετέρα πλουτεῖ πόλις, αἱ δὲ τῶν ἀντιπάλων σπανίζουσιν.

αἱ μὲν οὖν πολυοχλοῦσαι δυνάμεις, ὅταν λάβωσιν ἡγεμόνας οὐκ εἰδότας ἄρχειν, ἀσχημονοῦσι καὶ περὶ αὑταῖς σφάλλονται τὰ πλεῖστα, καὶ τοσούτῳ μᾶλλον κακοπαθοῦσιν, ὅσῳπερ ἂν μείζονα ἔχωσι πόνον. οἱ δʼ ἀγαθοὶ στρατηλάται, κἂν μικρὰς λάβωσι δυνάμεις, ταχέως ποιοῦσιν αὐτὰς μεγάλας. ὥστʼ ἄχρις ἂν ἡγεῖσθαι δυναμένους ἄνδρας ἔχωμεν, οὐκ ἀπορήσομεν τῶν ἄρχεσθαι βουλομένων.

ἐνθυμούμενοι δὴ ταῦτα καὶ τῶν ἔργων τῆς πόλεως μεμνημένοι μηδὲν ταπεινὸν μηδʼ ἀγεννὲς μηδʼ ἀνάξιον ὑμῶν αὐτῶν ψηφίσησθε. τί οὖν, εἴ τις ἔροιτό με, τι πράττειν ὑμῖν παραινῶ; τουτὶ γὰρ ἴσως πάλαι γνῶναι σπεύδετε. μηδένα μήτε πρεσβείαν πέμπειν πρὸς τοὺς ἀφεστηκότας, μήτε ἄφεσιν ψηφίσασθαι τῶν χρεῶν, μήτʼ ἄλλο ποιεῖν μηδέν, ὅ τι δόξειεν ἂν φόβου τεκμήριον εἶναι καὶ ἀμηχανίας· ἐὰν δὲ καταθέμενοι τὰ ὅπλα κατέλθωσιν

v.2p.359
εἰς τὴν πόλιν καὶ παράσχωσιν ὑμῖν βουλεύσασθαι περὶ σφῶν αὐτῶν, καθʼ ἡσυχίαν ἐξετάσαντας τότε χρῆσθαι μετριότητι πρὸς αὐτοὺς εἰδότας, ὅτι πᾶν τὸ ἀνόητον, ἄλλως τε κἂν ὄχλος ᾖ, πρὸς μὲν τοὺς ταπεινοὺς αὔθαδες γίνεσθαι φιλεῖ, πρὸς δὲ τοὺς αὐθάδεις ταπεινοῦσθαι.