Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἀλλὰ πλεῖστον δὴ ἐν τούτῳ Μενήνιος ἐψεύσθη τῆς δόξης, ἀνὴρ σώφρων, ὃς ἐκ τῶν ἑαυτοῦ τρόπων τεκμαίρεται χρηστὰ ὑπὲρ ἑτέρων. ἐγκείσεται γὰρ ὑμῖν πέρα τοῦ δέοντος βαρὺς ὑπό τʼ αὐθαδείας, ἣ φιλεῖ περὶ τὸ κρατοῦν ἀεὶ γίνεσθαι, καὶ ἀφροσύνης, ἧς πλεῖστον ὄχλος μετέχει μέρος· κἂν εἰ μὴ ἐν ἀρχαῖς, χρόνῳ γοῦν ὕστερον καὶ ἐφʼ ἑκάστῳ χρήματι, ὧν ἂν δεηθεὶς μὴ τύχῃ, τὰ ὅπλα λαβὼν τὸν αὐτὸν τρόπον ὑμῖν σοβαρῶς ἐπιθήσεται. ὥστʼ εἰ τὰ πρῶτα συγχωρήσετε συμφέροντα εἶναι νομίσαντες, ἕτερόν τι χεῖρον εὐθὺς ἐπιταχθήσεσθε καὶ αὖθις ἄλλο τούτου χαλεπώτερον, ὡς φόβῳ καὶ τὰ πρῶτα ὑπακούσαντες, ἕως ἐκβάλωσιν ὑμᾶς τελευτῶντες τῆς πόλεως, ὡς ἐν πολλαῖς ἄλλαις καὶ τὰ τελευταῖα ἐν Συρακούσαις οἱ γεωμόροι πρὸς τῶν πελατῶν ἐξηλάθησαν.

εἰ δʼ ἐπʼ ἐκείνων ἀγανακτήσαντες ἐναντιώσεσθε τοῖς αἰτήμασι, τί δή ποτʼ οὐκ αὐτόθεν ἄρχεσθε ἐλεύθερα φρονήματα ἔχειν; κρεῖττον γὰρ ἀπʼ

v.2p.355
ἐλάττονος αἰτίας ὁρμηθέντας πρὶν ἢ βλαβῆναί τι ἀποδείξασθαι τὸ γενναῖον, ἢ πολλὰ ὑπομείναντας τότε ἀγανακτεῖν περὶ τῶν γεγονότων καὶ μὴ ἐπιτρέπειν τὰ λοιπὰ καὶ ὀψὲ ἄρξασθαι νοῦν ἔχειν. φοβείτω δʼ ὑμῶν μηδένα μήτε ὁ τῶν ἀποστατῶν ἀνασεισμὸς μήτε ὁ τῶν ἀλλοφύλων πόλεμος· μήτε καταγινώσκετε τῆς οἰκείας δυνάμεως ὡς οὐχ ἱκανῆς οὔσης διασῶσαι τὴν πόλιν.

ἡ μὲν γὰρ τῶν φυγάδων βραχεῖά ἐστιν ἰσχὺς καὶ οὔτε πολὺν ἀνθέξει χρόνον διαμένουσα, ὥσπερ νῦν, ὑπαίθριος μένει ὑπὸ καλύβαις ὥρᾳ ἔτους χειμερίῳ, πορίζεσθαι δὲ τὰ ἐπιτήδεια οὐχ ὅπως διʼ ἁρπαγῆς ἔτι δυνησομένη ἐπειδὰν τὰ ὄντα ἀναλώσῃ, ἀλλʼ οὐδʼ ἂν ἄλλοθεν ὠνητὰ ἐπεισάγεσθαι διὰ πενίαν, οἷς οὔτε ἰδίᾳ οὔτʼ ἐν κοινῷ χρήματά ἐστιν· οἱ δὲ πόλεμοι ταῖς περιουσίαις τῶν χρημάτων ὡς τὰ πολλὰ ἀντέχουσιν· ἀναρχία τʼ αὐτοῖς ὡς εἰκὸς καὶ στάσις ἐκ τῆς ἀναρχίας ἐμπεσοῦσα ταχὺ διαχεῖ καὶ διαλύσει τὰ βουλεύματα.

οὐ γὰρ δὴ ἀξιώσουσιν οὔτε Σαβίνοις οὔτε Τυρρηνοῖς οὔτʼ ἄλλοις τισὶ τῶν ἀλλοφύλων παραδόντες σφᾶς αὐτούς, ἐκείνοις δουλεύειν, ὧν καὶ αὐτοί ποτʼ ἀφείλοντο τὴν ἐλευθερίαν σὺν ὑμῖν, καὶ μάλιστα οὐδὲ πιστευθήσονται πρὸς αὐτῶν οἱ κακῶς αὑτῶν τὴν πατρίδα καὶ αἰσχρῶς ἀπολέσαι προθυμηθέντες, μὴ οὐχὶ ὅμοια δράσειν τὴν ὑποδεξαμένην. ἀριστοκρατεῖται δὲ

v.2p.356
καὶ τα ἔθνη τὰ πέριξ ὑμῶν ᾶπαντα, καὶ το δημοτικὸν ἐν οὐδεμιᾷ πόλει μεταποιεῖται τῶν ἰσων, ὥστε οὐ δήπου οἱ προὔχοντες ἐν ἑκάστῃ πόλει τὸν οἰκεῖον οὐκ ἐῶντες παρακινεῖν ὄχλον, τοῦτον εἰσδέξονται τὸν ἔπηλυν καὶ στασιαστὴν εἰς τὴν ἑαυτῶν πατρίδα, μὴ μεταδόντες αὐτοὶ τῶν ὁμοίων σὺν χρόνῳ στερήσονται τῶν ἴσων.

εἰ δʼ ἄρα γε γνώμης ἁμάρτοιμι καὶ παραδέξαιτό τις αὐτοὺς πόλις, ἐνταῦθα δὴ διαγινώσκοινθʼ ὡς ἄν πολέμιοί τε ὄντες καὶ τὰ πολεμίων πεισόμενοι. ἔχομεν δʼ αὐτῶν ὅμηρα πατέρας καὶ γαμετὰς καὶ τὴν ἄλλην συγγένειαν, ὧν οὐδʼ ἂν εὐχόμενοι κρείττονα παρὰ θεῶν αἰτησαίμεθα· οὓς ἐν ὄψει τῶν συγγενῶν στήσαντες ἀπολοῦμεν, εἰ τολμήσαιεν ὁμόσε χωρεῖν, ὡς ταῖς ἐσχάταις λώβαις διαχρησόμενοι. καὶ αὐτούς, εἰ τοῦτο μάθοιεν, εὖ ἴστε, ὅτι λήψεσθε ἀντιβολοῦντας, ὀλοφυρομένους, παραδιδόντας σφᾶς αὐτοὺς ἡμῖν δίχα τῶν ὅπλων, ἅπαντα ὑπομένοντας. δειναὶ γὰρ αἱ τοιαίδε ἀνάγκαι καὶ πάντας τοὺς αὐθάδεις λογισμοὺς κλάσαι καὶ καταβαλεῖν εἰς τὸ μηδέν.