Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡς δʼ εἰς χεῖρας ἥξειν ἔμελλον, οἵ τε τῶν Λατίνων στρατηγοὶ συγκαλέσαντες τοὺς σφετέρους πολλὰ εἰς τὸ ἀνδρεῖον ἐπαγωγὰ καὶ δεήσεις τῶν στρατιωτῶν μακρὰς διεξῆλθον, ὅ τε Ῥωμαῖος ὀρρωδοῦντας ὁρῶν τοὺς σφετέρους, ὅτι πλήθει συνοίσονται μακρῷ προὔχοντι τοῦ σφετέρου, ἐξελέσθαι τὸ δέος αὐτῶν ἐκ τῆς διανοίας βουλόμενος συνεκάλεσεν εἰς ἐκκλησίαν· καὶ παραστησάμενος τοὺς πρεσβυτάτους τῶν ἐκ τοῦ βουλευτικοῦ συνεδρίου καὶ τιμιωτάτους ἔλεξε τοιάδε·

θεοὶ μὲν ἡμῖν ὑπισχνοῦνται διʼ οἰωνῶν τε καὶ σφαγίων καὶ τῆς ἄλλης μαντικῆς ἐλευθερίαν τῇ πόλει παρέξειν καὶ νίκην εὐτυχῆ, ἀμοιβάς τε ἡμῖν ἀποδιδόντες ἀγαθάς, ἀνθʼ ὧν αὐτοὺς σέβοντες καὶ τὰ δίκαια ἀσκοῦντες ἐν παντὶ τῷ βίῳ ἡμῶν διετελέσαμεν, καὶ τοῖς ἐχθροῖς ἡμῶν νεμεσῶντες κατὰ τὸ εἰκός, ὅτι πολλὰ καὶ μεγάλα πεπονθότες ὑφʼ ἡμῶν ἀγαθὰ συγγενεῖς τε

v.2p.268
ὄντες καὶ φίλοι καὶ τοὺς αὐτοὺς ὀμωμοκότες ἕξειν ἐχθροὺς καὶ φίλους, ἁπάντων ὑπεριδόντες τούτων πόλεμον ἐπιφέρουσιν ἡμῖν ἄδικον, οὐχ ὑπὲρ ἀρχῆς καὶ δυναστείας, ὁποτέρους ἡμῶν μᾶλλον αὐτὴν ἔχειν προσῆκεν· ἧττον γὰρ ἂν ἦν δεινόν· ἀλλʼ ὑπὲρ τῆς Ταρκυνίων τυραννίδος, ἵνα δούλην ἀντʼ ἐλευθέρας τὴν πόλιν αὐτοῖς ποιήσωσι.

χρὴ δὲ καὶ ὑμᾶς, ἄνδρες λοχαγοί τε καὶ στρατιῶται, μαθόντας, ὅτι συμμάχους ἔχετε τοὺς θεούς, οἵπερ αἰεὶ τὴν πόλιν σώζουσιν, ἄνδρας ἀγαθοὺς γενέσθαι περὶ τόνδε τὸν ἀγῶνα· ἐπισταμένους, ὅτι τῆς παρὰ θεῶν βοηθείας ὑπάρχει τυγχάνειν τοῖς γενναίως ἀγωνιζομένοις καὶ πάντα τὰ παρʼ ἑαυτοῖς εἰς τὸ νικᾶν πρόθυμα παρεχομένοις, οὐ τοῖς φεύγουσιν ἐκ τῶν κινδύνων, ἀλλὰ τοῖς βουλομένοις ὑπὲρ ἑαυτῶν ταλαιπωρεῖν. ὑπάρχει δʼ ἡμῖν πολλὰ μὲν καὶ ἄλλα πλεονεκτήματα πρὸς τὸ νικᾶν ὑπὸ τῆς τύχης παρεσκευασμένα, τρία δὲ πάντων κάλλιστα καὶ φανερώτατα.