Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τῷ μέν τʼ ἐπιχωρίῳ καὶ τέκνων καὶ γυναικῶν καὶ γονέων καὶ πολλῶν ἄλλων σωμάτων οἰκείων ὅμηρά ἐστιν ἐνθάδε, καὶ αὐτοῦ νὴ Δία τοῦ θρέψαντος αὐτοὺς ἐδάφους ὁ πόθος, ἀναγκαῖος ὢν ἅπασι καὶ οὐκ ἐξαιρετός· ὁ δʼ ἐπίκλητός γε οὑτοσὶ καὶ ἐπίσκηνος ὄχλος, εἰ γένοιτο ἡμῖν σύνοικος, οὐδενὸς αὐτῷ τούτων ἐνθάδε ὄντος, ὑπὲρ τίνος ἂν ἀξιώσειε κινδυνεύειν ἀγαθοῦ, εἰ μή τις αὐτῷ γῆς τε ὑπόσχοιτο μέρη δώσειν καὶ πόλεως μοῖραν ὅσην δή τινα τοὺς νῦν κυρίους αὐτῶν ἀφελόμενος, ὧν οὐκ ἀξιοῦμεν τοῖς πολλάκις ἀγωνισαμένοις ὑπὲρ αὐτῶν πολίταις μεταδιδόναι; καὶ ἴσως ἂν οὐδὲ τούτοις ἀρκεσθείη δοθεῖσι μόνοις, ἀλλὰ καὶ τιμῶν καὶ ἀρχῶν καὶ τῶν ἄλλων ἀγαθῶν ἐξ ἴσου τοῖς πατρικίοις ἀξιώσειε μεταλαμβάνειν.

οὐκοῦν εἰ μὲν οὐκ ἐπιτρέψομεν ἕκαστα τῶν αἰτουμένων, ἐχθροῖς τοῖς μὴ τυγχάνουσι χρησόμεθα; εἰ δὲ συγχωρήσαιμεν,

v.2p.342
ἡ πατρὶς ἡμῖν οἰχήσεται καὶ ἡ πολιτεία πρὸς ἡμῶν αὐτῶν καταλυομένη. καὶ οὐ προστίθημι ἐνταῦθα, ὅτι πολεμεῖν ἐπιτηδείων σωμάτων ἡμῖν ἐν τῷ παρόντι δεῖ, οὐ γεωργῶν οὐδὲ θητῶν οὐδὲ ἐμπόρων οὐδὲ τῶν περὶ τὰς βαναύσους τέχνας ἀσχολουμένων, οὓς ἅμα δεήσει μανθάνειν τὰ πολεμικὰ καὶ πεῖραν αὐτῶν διδόναι· χαλεπὴ δὲ πεῖρα τῶν μὴ ἐν ἔθει· ἀνάγκη δὲ τοιούτους εἶναι τοὺς σύγκλυδας καὶ ἐκ παντὸς ἔθνους μετανισταμένους.

στρατιωτικὴν γὰρ οὔτε ὁρῶ συμμαχίαν ἡμῖν οὐδεμίαν συνεστῶσαν οὔτʼ, εἰ φανείη τις ἐκ τοῦ ἀδοκήτου, παραινέσαιμʼ ἂν ὑμῖν παραδέξασθαι αὐτὴν τοῖς τείχεσι προχείρως, πολλὰς ἄλλας ἐπιστάμενος πόλεις ταῖς εἰσαχθείσαις ἐπὶ φυλακῇ στρατιαῖς δεδουλωμένας.