Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ δὲ δῆμος, ἐπειδὴ παρῆν ὁ χρόνος, ἐν ᾧ τὰς ἀρχὰς ἐπικυροῦν ἔδει συνελθόντας εἰς τὸ πεδίον, οὐδενὸς οὔτε μετιόντος τὴν ὑπατείαν οὔτε διδομένην ὑπομένοντος λαβεῖν, αὐτὸς ἀποδείκνυσιν ὑπάτους

v.2p.335
ἐκ τῶν εἰληφότων ἤδη τὴν ἀρχὴν ταύτην δήμῳ τε κεχαρισμένους ἄνδρας καὶ ἀριστοκρατίᾳ, Πόστομον Κομίνιον καὶ Σπόριον Κάσσιον, ὑφʼ οὗ Σαβῖνοι καταπολεμηθέντες τῆς ἡγεμονίας ἀπέστησαν, ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Τισικράτης Κροτωνιάτης, ἄρχοντος Ἀθήνησι Διογνήτου.

οὗτοι παραλαβόντες τὴν ἀρχὴν καλάνδαις Σεπτεμβρίαις θᾶττον ἢ τοῖς προτέροις ἔθος ἦν, πρὶν ἢ τῶν ἄλλων τι διαπράξασθαι βουλὴν συγκαλέσαντες περὶ τῆς καθόδου τῶν δημοτικῶν λέγειν ἠξίουν, ἥν τινα διάνοιαν ἔχει, πρῶτον ἀποφήνασθαι παρακαλοῦντες ἄνδρα ἡλικίας ἐν τῇ κρατίστῃ τότε ὄντα καὶ συνέσει δοκοῦντα τῶν ἄλλων διαφέρειν, μάλιστα δʼ ἐπὶ τῇ προαιρέσει τῶν πολιτευμάτων ἐπαινούμενον, ὅτι τῆς μέσης τάξεως ἦν, οὔτε τὴν αὐθάδειαν τῶν ἀριστοκρατικῶν αὔξων οὔτε τῷ δήμῳ ὅσα βουληθείη πράττειν ἐπιτρέπων, Ἀγρίππαν Μενήνιον· ὃς ἐπὶ τὰς διαλλαγὰς τὴν βουλὴν παρεκάλει τάδε λέγων·

εἰ μὲν ἅπασιν, ὦ βουλή, τοῖς παροῦσι τὴν αὐτὴν γνώμην συνέβαινεν ἔχειν, καὶ μηδεὶς ἔμελλε ταῖς πρὸς τὸν δῆμον διαλλαγαῖς ἐμποδὼν ἔσεσθαι, ἐφʼ οἷς δὲ διαλυσόμεθα πρὸς αὐτοὺς εἴτε δικαίοις οὖσιν εἴτε μή, ὅμως ταῦτα προὔκειτο μόνον σκοπεῖν, διʼ ὀλίγων ἂν ὑμῖν ἐδήλωσα λόγων, ἃ φρονῶ.

ἐπεὶ δὲ καὶ αὐτὸ τοῦτό

v.2p.336
τινες οἴονται βουλῆς ἔτι δεῖν, πότερον ἡμῖν ἄμεινόν ἐστι συμβῆναι πρὸς τοὺς ἀφεστηκότας ἢ πολεμεῖν, οὐχ ἡγοῦμαι ῥᾴδιον εἶναί μοι διʼ ὀλίγης δηλώσεως, ὅ τι χρὴ πράττειν παραινέσαι, ἀλλʼ ἀνάγκη διὰ πλειόνων διδάξαι λόγων τοὺς πρὸς τὰς διαλλαγὰς ἀλλοτρίως ἔχοντας ὑμῶν, ὅτι τἀναντία συμπείθουσιν ἢ καὶ δεδίττεσθαι μέλλοντες ὑμᾶς τὰ φαυλότατα τῶν χαλεπῶν καὶ ῥᾳδίας ἔχοντα τὰς ἐπανορθώσεις ὀρρωδοῦντας τῶν μεγίστων τε καὶ ἀνιάτων ἱκανῶς ἀπερισκέπτως ἔχουσι. καὶ τοῦτο πεπόνθασι παρʼ οὐδὲν ἕτερον ἢ ὥστε λογισμῷ μὴ κρίνειν τὸ συμφέρον, ἀλλὰ θυμῷ καὶ μανίᾳ.

πῶς γὰρ ἂν οὗτοι λέγοιντο προορᾶσθαί τι τῇ διανοίᾳ τῶν χρησίμων ἢ δυνατῶν, οἵ τινες ὑπολαμβάνουσι τηλικαύτην πόλιν καὶ τοσούτων πραγμάτων κυρίαν ἤδη ἐπίφθονόν τε καὶ λυπηρὰν τοῖς περιοίκοις γιγνομένην, ἢ δίχα τοῦ δημοτικοῦ δυνήσεσθαι κατέχειν τε καὶ σώζειν τὰ ἔθνη ῥᾳδίως, ἢ ἕτερον ἐπάξεσθαι δῆμον ἀντὶ τοῦ πονηροτέρου κρείττονα, ὃς αὐτοῖς προπολεμήσει τε τῆς ἀρχῆς καὶ κατὰ πολλὴν ἡσυχίαν συμπολιτεύσεται, παρέχων καὶ ἐν εἰρήνῃ καὶ κατὰ πολέμους ἑαυτὸν μέτριον; οὐδὲν γὰρ ἂν ἕτερον ἔχοιεν εἰπεῖν, ᾧ πιστεύοντες ἀξιώσουσιν ὑμᾶς μὴ δέχεσθαι τὰς διαλλαγάς.

v.2p.337