Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ δὲ δῆμος, ἐπειδὴ παρῆν ὁ χρόνος, ἐν ᾧ τὰς ἀρχὰς ἐπικυροῦν ἔδει συνελθόντας εἰς τὸ πεδίον, οὐδενὸς οὔτε μετιόντος τὴν ὑπατείαν οὔτε διδομένην ὑπομένοντος λαβεῖν, αὐτὸς ἀποδείκνυσιν ὑπάτους

v.2p.335
ἐκ τῶν εἰληφότων ἤδη τὴν ἀρχὴν ταύτην δήμῳ τε κεχαρισμένους ἄνδρας καὶ ἀριστοκρατίᾳ, Πόστομον Κομίνιον καὶ Σπόριον Κάσσιον, ὑφʼ οὗ Σαβῖνοι καταπολεμηθέντες τῆς ἡγεμονίας ἀπέστησαν, ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ δευτέρας ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Τισικράτης Κροτωνιάτης, ἄρχοντος Ἀθήνησι Διογνήτου.

οὗτοι παραλαβόντες τὴν ἀρχὴν καλάνδαις Σεπτεμβρίαις θᾶττον ἢ τοῖς προτέροις ἔθος ἦν, πρὶν ἢ τῶν ἄλλων τι διαπράξασθαι βουλὴν συγκαλέσαντες περὶ τῆς καθόδου τῶν δημοτικῶν λέγειν ἠξίουν, ἥν τινα διάνοιαν ἔχει, πρῶτον ἀποφήνασθαι παρακαλοῦντες ἄνδρα ἡλικίας ἐν τῇ κρατίστῃ τότε ὄντα καὶ συνέσει δοκοῦντα τῶν ἄλλων διαφέρειν, μάλιστα δʼ ἐπὶ τῇ προαιρέσει τῶν πολιτευμάτων ἐπαινούμενον, ὅτι τῆς μέσης τάξεως ἦν, οὔτε τὴν αὐθάδειαν τῶν ἀριστοκρατικῶν αὔξων οὔτε τῷ δήμῳ ὅσα βουληθείη πράττειν ἐπιτρέπων, Ἀγρίππαν Μενήνιον· ὃς ἐπὶ τὰς διαλλαγὰς τὴν βουλὴν παρεκάλει τάδε λέγων·

εἰ μὲν ἅπασιν, ὦ βουλή, τοῖς παροῦσι τὴν αὐτὴν γνώμην συνέβαινεν ἔχειν, καὶ μηδεὶς ἔμελλε ταῖς πρὸς τὸν δῆμον διαλλαγαῖς ἐμποδὼν ἔσεσθαι, ἐφʼ οἷς δὲ διαλυσόμεθα πρὸς αὐτοὺς εἴτε δικαίοις οὖσιν εἴτε μή, ὅμως ταῦτα προὔκειτο μόνον σκοπεῖν, διʼ ὀλίγων ἂν ὑμῖν ἐδήλωσα λόγων, ἃ φρονῶ.