Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

εἴτε μου τὸ ἐλεύθερον τῆς ψυχῆς ὑμῶν ἕκαστος βούλεται ἀποκαλεῖν εὐγενὲς εἴτε αὔθαδες, ὅσον ἂν ζῶ χρόνον οὐκ ἀποστήσομαι τοῦ ἤδη καλῶς δεδογμένου, καὶ οὐδέποτε εἰσάξω χαριζόμενος τοῖς κακοῖς χρεῶν ἀποκοπάς, ἀλλὰ καὶ πρὸς τοὺς εἰσάγοντας αὐτὰς ἁπάσῃ προθυμίᾳ χρώμενος ὁμόσε χωρήσω, λογιζόμενος, ὅτι πᾶσα κακία καὶ διαφθορὰ καὶ συλλήβδην ἀνατροπὴ πόλεως ἀπὸ χρεοκοπίας ἄρχεται.

καὶ εἴτε τις ἀπὸ τοῦ φρονίμου εἴτε διὰ μανίας τινός, ἐπειδὴ οὐ τὸ ἴδιον ἀσφαλές, ἀλλὰ τὸ τῆς πόλεως ἀξιῶ σκοπεῖν, εἴτε ὁπωσδήποτε οἰήσεται τάδε λέγεσθαι, συγχωρῶ αὐτῷ νομίζειν, ὅπως βούλεται, μέχρι δὲ παντὸς ἐναντιώσομαι τοῖς μὴ τὰ πάτρια πολιτεύματα εἰσηγησομένοις. ἐπειδὴ δʼ οὐ τὰ χρέα ἀπαιτοῦσιν οἱ καιροί, μεγάλην δὲ βοήθειαν, ὃ μόνον ἔσται τῆς διχοστασίας φάρμακον ἐν τῷ παρόντι φράσω· δικτάτορα ἕλεσθε κατὰ τάχος, ὃς ἀνευθύνῳ χρώμενος ἐξουσίᾳ καὶ βουλὴν καὶ δῆμον ἀναγκάσει τὰ κράτιστα τῷ κοινῷ φρονεῖν· ἄλλη γὰρ οὐκ ἔσται τηλικούτου κακοῦ λύσις.