Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

διῳκίσμεθα γὰρ ὡς ὁρᾶτε καὶ δύο πόλεις ἔχομεν, τὴν μὲν μίαν ὑπὸ πενίας τε καὶ ἀνάγκης ἀρχομένην, τὴν δʼ ὑπὸ κόρου καὶ ὕβρεως. αἰδὼς δὲ καὶ κόσμος καὶ δίκη, ὑφʼ ὧν ἅπασα πολιτικὴ κοινωνία σώζεται, παρʼ οὐδετέρᾳ μένει τῶν πόλεων. τοιγάρτοι χειρὶ τὸ δίκαιον ἤδη παρʼ ἀλλήλων λαμβάνομεν κἂν τῷ βιαιοτέρῳ τίθεμεν τὸ δικαιότατον, ὥσπερ τὰ θηρία, τὸ ἀντίπαλον ἐξολέσαι μετὰ τοῦ σφετέρου κακοῦ βουληθέντες, ἢ τὸ ἑαυτοῖς ἀσφαλὲς φυλάττοντες μετὰ τοῦ

διαφόρου κοινῇ σεσῶσθαι. ὧν ἐγὼ ὑμᾶς ἀξιῶ πολλὴν πρόνοιαν ποιήσασθαι βουλὴν ὑπὲρ αὐτῶν τούτων καθίσαντες, ἐπειδὰν ἀπολύσητε τὰς πρεσβείας. ἃ δὲ ταῖς πρεσβείαις ἀποκρίνασθαι ἐν τῷ παρόντι παραινεῖν ἔχω, ταῦτʼ ἐστιν· ἐπειδὴ Οὐολοῦσκοι μὲν ἀπαιτοῦσιν ἡμᾶς ἃ ὅπλοις κρατήσαντες ἔχομεν καὶ πόλεμον ἀπειλοῦσι μὴ πειθομένοις, τάδε λέγωμεν, ὅτι Ῥωμαῖοι καλλίστας ὑπολαμβάνομεν κτήσεις εἶναι καὶ δικαιοτάτας, ἃς ἂν κατάσχωμεν πολέμου λαβόντες κατὰ νόμον, καὶ οὐκ ἂν ὑπομείναιμεν μωρίᾳ τὴν ἀρετὴν ἀφανίσαι· παραδόντες

v.2p.317
δὲ ταῦτα τοῖς ἀπολωλεκόσιν ὧν κοινωνητέον τε παισὶ καὶ τοῖς ἐκ τούτων γενομένοις καταλιπεῖν ἀεὶ ἀγωνιούμεθα, τῶν νῦν γε ὑπαρχόντων ἤδη στερησόμεθα καὶ ἑαυτοὺς ὅσα πολεμίους βλάψομεν.

Λατίνων δὲ τὸ εὔνουν ἐπαινέσαντες ἀναθαρσύνωμεν τὸ δεδιὸς ὡς οὐκ ἐγκαταλείψομεν αὐτούς, ἕως ἂν τὸ πιστὸν φυλάσσωσιν, ἐν οὐδενὶ δεινῷ γενομένους διʼ ἡμᾶς, ἀλλὰ δύναμιν ἱκανὴν ἀμύνειν αὐτοῖς πέμψομεν οὐ διὰ μακροῦ. ταύτας ἡγοῦμαι κρατίστας τε καὶ δικαιοτάτας ἔσεσθαι τὰς ἀποκρίσεις. ἀπαλλαγεισῶν δὲ τῶν πρεσβειῶν πρώτην φημὶ χρῆναι βουλὴν τοῖς κατὰ τὴν πόλιν θορύβοις ἡμᾶς ἀποδοῦναι καὶ ταύτην οὐκ εἰς μακράν, ἀλλὰ τῇ ἐπιούσῃ ἡμέρᾳ.