Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐπισχὼν δὲ τὴν ὁρμὴν τοῦ πλήθους ἀπιέναι τοὺς ἄνδρας ἐκέλευσεν ἀμεταστρεπτὶ φυλακῇ παραδοὺς ἱππέων, οἳ προύπεμψαν αὐτοὺς ἐπὶ τὸν Οὐολούσκων χάρακα. ἐκβαλὼν δὲ τοὺς κατασκόπους εὐτρεπίζεσθαι τὰ εἰς μάχην παρήγγειλε τοῖς στρατιώταις, ὡς ἐν τῇ κατόπιν ἡμέρᾳ παραταξόμενος. ἐδέησε δʼ οὐδὲν αὐτῷ μάχης· οἱ γὰρ ἡγεμόνες τῶν Οὐολούσκων πολλῆς ἔτι νυκτὸς οὔσης ἀναστήσαντες τὴν στρατιὰν ᾤχοντο ἐπὶ

τὰ σφέτερα. ἁπάντων δὲ χωρησάντων αὐτῷ κατʼ εὐχὴν θάψας τοὺς οἰκείους νεκροὺς καὶ τὴν στρατιὰν καθήρας

v.2p.286
ἀνέστρεψεν εἰς τὴν πόλιν ἐκπρεπεῖ θριάμβῳ κοσμούμενος ὅπλων τε σωρὸν ἐφʼ ἁμάξαις πολλαῖς κομίζων καὶ χρημάτων στρατιωτικῶν παρασκευὰς ἀφθόνους εἰσφέρων, καὶ τοὺς ἁλόντας ἐν τῇ μάχῃ πεντακοσίων ἀποδέοντας ἑξακισχιλίους ἐπαγόμενος. ἀπὸ δὲ τῶν λαφύρων ἐξελόμενος τὰς δεκάτας ἀγῶνάς τε καὶ θυσίας τοῖς θεοῖς ἀπὸ τετταράκοντα ταλάντων ἐποίει καὶ ναῶν κατασκευὰς ἐξεμίσθωσε Δήμητρι καὶ Διονύσῳ καὶ Κόρῃ

κατʼ εὐχήν. ἐσπάνισαν γὰρ αἱ τροφαὶ τοῦ πολέμου κατʼ ἀρχὰς καὶ πολὺν αὐτοῖς παρέσχον φόβον ὡς ἐπιλείψουσαι, τῆς τε γῆς ἀκάρπου γενομένης καὶ τῆς ἔξωθεν ἀγορᾶς οὐκέτι παρακομιζομένης διὰ τὸν πόλεμον. διὰ τοῦτο τὸ δέος ἀνασκέψασθαι τὰ Σιβύλλεια τοὺς φύλακας αὐτῶν κελεύσας ὡς ἔμαθεν, ὅτι τούτους ἐξιλάσασθαι τοὺς θεοὺς οἱ χρησμοὶ κελεύουσιν, εὐχὰς αὐτοῖς ἐποιήσατο μέλλων ἐξάγειν τὸν στρατόν, ἐὰν εὐετηρία γένηται κατὰ τὴν πόλιν ἐπὶ τῆς ἰδίας ἀρχῆς, οἵα πρότερον ἦν, ναούς τʼ αὐτοῖς καθιδρύσεσθαι καὶ

θυσίας καταστήσεσθαι καθʼ ἕκαστον ἐνιαυτόν. οἱ δʼ ὑπακούσαντες τήν τε γῆν παρεσκεύασαν ἀνεῖναι πλουσίους καρπούς, οὐ μόνον τὴν σπόριμον, ἀλλὰ καὶ τὴν δενδροφόρον, καὶ τὰς ἐπεισάκτους ἀγορὰς ἁπάσας ἐπικλύσαι μᾶλλον ἢ πρότερον· ἅπερ ὁρῶν αὐτὸς ὁ Ποστόμιος ἐψηφίσατο τὰς τῶν ναῶν τούτων κατασκευάς. Ῥωμαῖοι μὲν δὴ τὸν τυραννικὸν ἀπωσάμενοι πόλεμον εὐνοίᾳ θεῶν ἐν ἑορταῖς τε καὶ θυσίαις ἦσαν.

v.2p.287