Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡς δὲ ταύτῃ προσέθεντο τῇ γνώμῃ καὶ οἱ προχειρισθέντες ὑπʼ αὐτῶν πρέσβεις ἀφικόμενοι πρὸς τὸν δικτάτορα καὶ παραχθέντες ἐπὶ τὴν ἐκκλησίαν διεξῆλθον

v.2p.284
τοὺς ἐξαπατήσοντας λόγους, ὀλίγον ἐπισχὼν ὁ Ποστόμιος χρόνον πρὸς αὐτοὺς εἶπε· πονηρὰ βουλεύματα, ὦ Οὐολοῦσκοι, χρηστοῖς λόγοις ἀμφιέσαντες ἥκετε· καὶ πολεμίων ἔργα πράττοντες φίλων ἐξενέγκασθαι βούλεσθε δόξαν.

ὑμεῖς γὰρ ἀπέσταλθε ὑπὸ τοῦ κοινοῦ Λατίνοις συμμαχήσοντες καθʼ ἡμῶν, ἐπεὶ δʼ ὕστεροι τῆς μάχης ἥκετε καὶ κρατουμένους αὐτοὺς ὁρᾶτε, παρακρούσασθαι βούλεσθε ἡμᾶς τἀναντία, ὧν ἐμέλλετε πράττειν, λέγοντες. καὶ οὐδʼ ἡ φιλανθρωπία τῶν λόγων, ἣν πλάττεσθε πρὸς τὸν παρόντα καιρὸν οὐδὲ τὸ προσποίημα ὑμῶν τῆς δεῦρο ἀφίξεως ὑγιές ἐστιν, ἀλλὰ μεστὸν δόλου καὶ ἀπάτης. οὐ γὰρ συνησθησόμενοι τοῖς ἀγαθοῖς ἡμετέροις ἐξαπέσταλθε, ἀλλὰ κατασκεψόμενοι, πῶς ἡμῖν ἀσθενείας ἢ δυνάμεως τὰ πράγματα ἔχει· καί ἐστε πρεσβευταὶ μὲν λόγῳ, κατάσκοποι δʼ ἔργῳ.

ἀρνουμένων δὲ πρὸς ἅπαντα τῶν ἀνδρῶν οὐ διὰ μακροῦ τὴν πίστιν ἔφησεν αὐτοῖς παρέξεσθαι· καὶ αὐτίκα τὰς ἐπιστολὰς αὐτῶν, ἃς ἔλαβε πρὸ τῆς μάχης τοῖς ἡγεμόσι τῶν Λατίνων φερομένας, ἐν αἷς ὑπισχνοῦντο αὐτοῖς πέμψειν ἐπικουρίαν, προήνεγκε, καὶ τοὺς φέροντας αὐτὰς προήγαγεν. ἀναγνωσθέντων δὲ τῶν γραμμάτων καὶ τῶν αἰχμαλώτων ἃς ἔλαβον ἐντολὰς διηγησαμένων, τὸ μὲν πλῆθος λίθοις ὥρμησε βαλεῖν τοὺς Οὐολούσκους ὡς ἑαλωκότας ἐπʼ

v.2p.285
αὐτοφώρῳ κατασκόπους, ὁ δὲ Ποστόμιος οὐκ ᾤετο δεῖν ὁμοίους γενέσθαι τοῖς κακοῖς τοὺς ἀγαθοὺς κρεῖττον εἶναι λέγων καὶ μεγαλοψυχότερον εἰς τοὺς ἀποστείλαντας φυλάττειν τὴν ὀργὴν ἢ εἰς τοὺς ἀποσταλέντας, καὶ διὰ τὸ φανερὸν ὄνομα τῆς πρεσβείας ἀφεῖναι τοὺς ἄνδρας μᾶλλον ἢ διὰ τὸ ἀφανὲς τῆς κατασκοπῆς ἔργον ἀπολέσαι· ἵνα μήτε Οὐολούσκοις ἀφορμὴν παράσχωσιν εὐπρεπῆ τοῦ πολέμου πρεσβευτῶν ἀνῃρῆσθαι σώματα σκηπτομένοις παρὰ τὸν ἁπάντων νόμον, μήτε τοῖς ἄλλοις ἔχθρας πρόφασιν αἰτίας εἶναι εἰ καὶ ψευδοῦς, ἀλλʼ οὐκ ἀλόγου γε οὐδὲ ἀπίστου.