Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταῦτα δὲ τῶν ὑπάτων λεγόντων καὶ πολλῶν συναγορευόντων ἀμφοτέροις ἀποροῦσα, ὅ τι χρὴ πράττειν, ἡ βουλὴ καὶ ἐφʼ ἡμέρας συχνὰς σκοποῦσα, ἐπεὶ συμφορώτερα μὲν ὁ Βροῦτος ἐδόκει λέγειν, δικαιότερα δʼ ὁ Κολλατῖνος παρῄνει, τελευτῶσα διέγνω τὸν δῆμον ποιῆσαι τοῦ τε συμφέροντος καὶ τοῦ δικαίου κριτήν.

πολλῶν δὲ λεχθέντων ὑφʼ ἑκατέρου τῶν ὑπάτων ἀναλαβοῦσαι ψῆφον αἱ φρᾶτραι τριάκοντα οὖσαι τὸν ἀριθμὸν οὕτω μικρὰν ἐποιήσαντο τὴν ἐπὶ θάτερα ῥοπήν, ὥστε μιᾷ ψήφῳ πλείους γενέσθαι τῶν κατέχειν τὰ χρήματα βουλομένων τὰς ἀποδιδόναι κελευούσας. λαβόντες δὲ παρὰ τῶν ὑπάτων τὰς ἀποκρίσεις οἱ Τυρρηνοὶ καὶ πολλὰ τὴν πόλιν ἐπαινέσαντες, ὅτι τὰ δίκαια πρὸ τῶν συμφερόντων εἵλοντο, Ταρκυνίῳ μὲν ἐπέστειλαν τοὺς ἀποληψομένους τὰ χρήματα πέμπειν, αὐτοὶ δʼ ἐπέμειναν ἐν τῇ πόλει συναγωγήν τε τῶν ἐπίπλων καὶ διάθεσιν τῶν μὴ δυναμένων ἄγεσθαί τε καὶ φέρεσθαι σκηπτόμενοι· ὡς δὲ τἀληθὲς εἶχε ταράττοντες καὶ

v.2p.146
σκευωρούμενοι τὰ κατὰ τὴν πόλιν, ὡς ὁ τύραννος αὐτοῖς ἐπέστειλε.

τάς τε γὰρ ἐπιστολὰς τὰς παρὰ τῶν φυγάδων τοῖς ἐπιτηδείοις αὐτῶν ἀπεδίδοσαν καὶ παρʼ ἐκείνων ἑτέρας πρὸς τοὺς φυγάδας ἐλάμβανον· συνιόντες δὲ πολλοῖς εἰς ὁμιλίαν καὶ διάπειραν αὐτῶν τῆς προαιρέσεως λαμβάνοντες, οὓς εὑρίσκοιεν εὐαλώτους δι’ ἀσθένειαν γνώμης ἢ βίου σπάνιν ἢ πόθον τῶν ἐν τῇ τυραννίδι πλεονεξιῶν, ἐλπίδας τε χρηστὰς ὑποτείνοντες αὐτοῖς καὶ χρήματα διδόντες ἐπεχείρουν

διαφθείρειν. ἔμελλον δʼ ὥσπερ εἰκὸς ἐν πόλει μεγάλῃ καὶ πολυοχλούσῃ φανήσεσθαί τινες οἱ τὴν χείρω πολιτείαν αἱρησόμενοι πρὸ τῆς κρείττονος οὐ τῶν ἀσήμων μόνον, ἀλλὰ καὶ τῶν ἐπιφανῶν, ἐν οἷς ἦσαν Ἰούνιοί τε δύο Τίτος καὶ Τιβέριος Βρούτου παῖδες τοῦ ὑπατεύοντος ἀρτίως ἀρχόμενοι γενειᾶν καὶ σὺν αὐτοῖς Οὐιτέλλιοί τε δύο Μάρκος καὶ Μάνιος, ἀδελφοὶ τῆς Βρούτου γυναικός, ἱκανοὶ τὰ κοινὰ πράττειν, καὶ Κολλατίνου θατέρου τῶν ὑπάτων ἀδελφῆς υἱοὶ δύο Λεύκιος καὶ Μάρκος Ἀκύλλιοι τὴν αὐτὴν ἔχοντες τοῖς Βρούτου παισὶν ἡλικίαν, παρʼ οἷς αἱ σύνοδοι τὰ πολλὰ ἐγίνοντο πατρὸς οὐκέτι περιόντος αὐτοῖς καὶ τὰ περὶ τῆς καθόδου τῶν τυράννων βουλεύματα συνετίθετο.